Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.18.7 Polyb. 4.19.1 (English) >>Polyb. 4.19.8

4.18.10 καὶ παραγενόμενοι πρὸς τὸ τῆς Ἀρτέμιδος ἱερόν, κεῖται μὲν μεταξὺ Κλείτορος καὶ Κυναίθης, ἄσυλον δὲ νενόμισται παρὰ τοῖς Ἕλλησιν, ἀνετείνοντο διαρπάσειν τὰ θρέμματα τῆς θεοῦ καὶ τἄλλα τὰ περὶ τὸν ναόν. 4.18.11 οἱ δὲ Λουσιᾶται νουνεχῶς δόντες τινὰ τῶν κατασκευασμάτων τῆς θεοῦ, παρῃτήσαντο τὴν τῶν Αἰτωλῶν ἀσέβειαν τοῦ μηδὲν παθεῖν ἀνήκεστον. 4.18.12 οἱ δὲ δεξάμενοι παραχρῆμʼ ἀναζεύξαντες προσεστρατοπέδευσαν τῇ τῶν Κλειτορίων πόλει.

4.19.1

Κατὰ δὲ τοὺς καιροὺς τούτους τῶν Ἀχαιῶν στρατηγὸς Ἄρατος ἐξαπέστειλε μὲν πρὸς Φίλιππον παρακαλῶν βοηθεῖν, συνῆγε δὲ τοὺς ἐπιλέκτους, μετεπέμπετο δὲ παρὰ Λακεδαιμονίων καὶ Μεσσηνίων τοὺς διατεταγμένους κατὰ τὰς ὁμολογίας. 4.19.2 οἱ δʼ Αἰτωλοὶ τὸ μὲν πρῶτον παρεκάλουν τοὺς Κλειτορίους ἀποστάντας τῶν Ἀχαιῶν αἱρεῖσθαι τὴν πρὸς αὑτοὺς συμμαχίαν. 4.19.3 τῶν δὲ Κλειτορίων ἁπλῶς οὐ προσιεμένων τοὺς λόγους, προσβολὰς ἐποιοῦντο, καὶ προσερείδοντες τὰς κλίμακας τοῖς τείχεσι κατεπείραζον τῆς πόλεως. 4.19.4 ἀμυνομένων δὲ γενναίως καὶ τολμηρῶς τῶν ἔνδον, εἴξαντες τοῖς πράγμασιν ἀνεστρατοπέδευσαν, καὶ προαγαγόντες αὖθις ὡς ἐπὶ τὴν Κύναιθαν, ὅμως τὰ θρέμματα τῆς θεοῦ περισύραντες ἀπήγαγον. 4.19.5 καὶ τὸ μὲν πρῶτον παρεδίδοσαν τοῖς Ἠλείοις τὴν Κύναιθαν· οὐ βουλομένων δὲ προσδέξασθαι τῶν Ἠλείων, ἐπεβάλοντο μὲν διʼ αὑτῶν κατέχειν τὴν πόλιν, στρατηγὸν ἐπιστήσαντες Εὐριπίδαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.18.7 Polyb. 4.19.1 (English) >>Polyb. 4.19.8

Powered by PhiloLogic