Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.18.11 Polyb. 4.19.7 (English) >>Polyb. 4.19.13

4.19.4 ἀμυνομένων δὲ γενναίως καὶ τολμηρῶς τῶν ἔνδον, εἴξαντες τοῖς πράγμασιν ἀνεστρατοπέδευσαν, καὶ προαγαγόντες αὖθις ὡς ἐπὶ τὴν Κύναιθαν, ὅμως τὰ θρέμματα τῆς θεοῦ περισύραντες ἀπήγαγον. 4.19.5 καὶ τὸ μὲν πρῶτον παρεδίδοσαν τοῖς Ἠλείοις τὴν Κύναιθαν· οὐ βουλομένων δὲ προσδέξασθαι τῶν Ἠλείων, ἐπεβάλοντο μὲν διʼ αὑτῶν κατέχειν τὴν πόλιν, στρατηγὸν ἐπιστήσαντες Εὐριπίδαν, 4.19.6 μετὰ δὲ ταῦτα πάλιν δείσαντες ἐκ τῶν προσαγγελλομένων τὴν ἐκ Μακεδονίας βοήθειαν, ἐμπρήσαντες τὴν πόλιν ἀπηλλάγησαν, καὶ προῆγον αὖτις ὡς ἐπὶ τὸ Ῥίον, ταύτῃ κρίνοντες ποιεῖσθαι τὴν διάβασιν. 4.19.7 δὲ Ταυρίων, πυνθανόμενος τὴν τῶν Αἰτωλῶν εἰσβολὴν καὶ τὰ περὶ τὴν Κύναιθαν πεπραγμένα, θεωρῶν δὲ τὸν Δημήτριον τὸν Φάριον ἀπὸ τῶν νήσων εἰς τὰς Κεγχρεὰς καταπεπλευκότα, παρεκάλει τοῦτον βοηθῆσαι τοῖς Ἀχαιοῖς καὶ διισθμίσαντα τοὺς λέμβους ἐπιτίθεσθαι τῇ τῶν Αἰτωλῶν διαβάσει. 4.19.8 δὲ Δημήτριος λυσιτελῆ μέν, οὐκ εὐσχήμονα δὲ πεποιημένος τὴν ἀπὸ τῶν νήσων ἐπάνοδον, διὰ τὸν τῶν Ῥοδίων ἐπʼ αὐτὸν ἀνάπλουν, ἄσμενος ὑπήκουσε τῷ Ταυρίωνι, προσδεξαμένου ʼκείνου τὴν εἰς τὴν ὑπέρβασιν τῶν λέμβων δαπάνην. 4.19.9 οὗτος μὲν οὖν ὑπερισθμίσας, καὶ δυσὶ καθυστερήσας ἡμέραις τῆς τῶν Αἰτωλῶν διαβάσεως, προκατασύρας τινὰς τόπους τῆς παραλίας τῆς τῶν Αἰτωλῶν κατήχθη πάλιν εἰς τὴν Κόρινθον.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.18.11 Polyb. 4.19.7 (English) >>Polyb. 4.19.13

Powered by PhiloLogic