Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.19.2 Polyb. 4.19.9 (English) >>Polyb. 4.20.2

4.19.7 δὲ Ταυρίων, πυνθανόμενος τὴν τῶν Αἰτωλῶν εἰσβολὴν καὶ τὰ περὶ τὴν Κύναιθαν πεπραγμένα, θεωρῶν δὲ τὸν Δημήτριον τὸν Φάριον ἀπὸ τῶν νήσων εἰς τὰς Κεγχρεὰς καταπεπλευκότα, παρεκάλει τοῦτον βοηθῆσαι τοῖς Ἀχαιοῖς καὶ διισθμίσαντα τοὺς λέμβους ἐπιτίθεσθαι τῇ τῶν Αἰτωλῶν διαβάσει. 4.19.8 δὲ Δημήτριος λυσιτελῆ μέν, οὐκ εὐσχήμονα δὲ πεποιημένος τὴν ἀπὸ τῶν νήσων ἐπάνοδον, διὰ τὸν τῶν Ῥοδίων ἐπʼ αὐτὸν ἀνάπλουν, ἄσμενος ὑπήκουσε τῷ Ταυρίωνι, προσδεξαμένου ʼκείνου τὴν εἰς τὴν ὑπέρβασιν τῶν λέμβων δαπάνην. 4.19.9 οὗτος μὲν οὖν ὑπερισθμίσας, καὶ δυσὶ καθυστερήσας ἡμέραις τῆς τῶν Αἰτωλῶν διαβάσεως, προκατασύρας τινὰς τόπους τῆς παραλίας τῆς τῶν Αἰτωλῶν κατήχθη πάλιν εἰς τὴν Κόρινθον. 4.19.10 Λακεδαιμόνιοι δὲ τὸ μὲν πέμπειν τὰς βοηθείας κατὰ τὴν διάταξιν ἐνεκάκησαν, βραχεῖς δέ τινας παντελῶς ἱππεῖς καὶ πεζούς, στοχαζόμενοι τοῦ δοκεῖν μόνον, ἐξέπεμψαν. 4.19.11 Ἄρατος δὲ τοὺς Ἀχαιοὺς ἔχων πολιτικώτερον στρατηγικώτερον ὑπὲρ τῶν παρόντων ἐβουλεύσατο· 4.19.12 μέχρι γὰρ τούτου τὴν ἡσυχίαν ἦγε, προσανέχων καὶ μεμνημένος τῆς προγεγενημένης συμφορᾶς, ἕως οὗ πάντα διαπραξάμενοι κατὰ τὰς αὑτῶν προαιρέσεις οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον ἐπανῆλθον εἰς τὴν οἰκείαν, καίπερ διὰ τόπων ποιούμενοι τὰς πορείας εὐεπιθέτων καὶ στενῶν καὶ μόνον σαλπιγκτοῦ δεομένων.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.19.2 Polyb. 4.19.9 (English) >>Polyb. 4.20.2

Powered by PhiloLogic