Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.2.2 Polyb. 4.2.10 (English) >>Polyb. 4.3.6

4.2.7 δὲ Μέγας ἐπικληθεὶς Ἀντίοχος μικροῖς ἀνώτερον χρόνοις, τἀδελφοῦ Σελεύκου μετηλλαχότος, ἔτι κομιδῇ νέος ὢν τὴν ἐν Συρίᾳ διεδέδεκτο βασιλείαν. 4.2.8 ἅμα δὲ τούτοις Ἀριαράθης παρέλαβε τὴν Καππαδοκῶν ἀρχήν. δὲ Φιλοπάτωρ Πτολεμαῖος ἐν τοῖς αὐτοῖς καιροῖς τῶν κατʼ Αἴγυπτον ἐγεγόνει κύριος. 4.2.9 Λυκοῦργος δὲ Λακεδαιμονίων μετʼ οὐ πολὺ κατεστάθη βασιλεύς. ᾕρηντο δὲ Καρχηδόνιοι προσφάτως ἐπὶ τὰς προειρημένας πράξεις στρατηγὸν αὑτῶν Ἀννίβαν. 4.2.10 οὕτως δὲ τοιαύτης περὶ πάσας τὰς δυναστείας καινοποιίας οὔσης, ἔμελλε πραγμάτων ἔσεσθαι καινῶν ἀρχή. τοῦτο γὰρ δὴ πέφυκε καὶ φιλεῖ συμβαίνειν κατὰ φύσιν· καὶ τότε συνέβη γενέσθαι. 4.2.11 Ῥωμαῖοι μὲν γὰρ καὶ Καρχηδόνιοι τὸν προειρημένον ἐνεστήσαντο πόλεμον, Ἀντίοχος δὲ καὶ Πτολεμαῖος ἅμα τούτοις τὸν ὑπὲρ τῆς Κοίλης Συρίας, Ἀχαιοὶ δὲ καὶ Φίλιππος τὸν πρὸς Αἰτωλοὺς καὶ Λακεδαιμονίους· οὗ τὰς αἰτίας συνέβη γενέσθαι τοιαύτας.

4.3.1

Αἰτωλοὶ πάλαι μὲν δυσχερῶς ἔφερον τὴν εἰρήνην καὶ τὰς ἀπὸ τῶν ἰδίων ὑπαρχόντων δαπάνας, ὡς ἂν εἰθισμένοι μὲν ζῆν ἀπὸ τῶν πέλας, δεόμενοι δὲ πολλῆς χορηγίας διὰ τὴν ἔμφυτον ἀλαζονείαν, δουλεύοντες ἀεὶ πλεονεκτικὸν καὶ θηριώδη ζῶσι βίον, οὐδὲν οἰκεῖον, πάντα δʼ ἡγούμενοι πολέμια. 4.3.2 οὐ μὴν ἀλλὰ τὸν πρὸ τοῦ χρόνον, ἕως Ἀντίγονος ἔζη, δεδιότες Μακεδόνας ἦγον ἡσυχίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.2.2 Polyb. 4.2.10 (English) >>Polyb. 4.3.6

Powered by PhiloLogic