Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 4.20.5 | Polyb. 4.20.11 (English) | >>Polyb. 4.21.4 |
4.20.9 μετὰ δὲ ταῦτα τοὺς Φιλοξένου καὶ Τιμοθέου νόμους μανθάνοντες πολλῇ φιλοτιμίᾳ χορεύουσι κατʼ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις , οἱ μὲν παῖδες τοὺς παιδικοὺς ἀγῶνας , οἱ δὲ νεανίσκοι τοὺς τῶν ἀνδρῶν λεγομένους .
4.20.10 ὁμοίως γε μὴν καὶ παρʼ ὅλον τὸν βίον τὰς ἀγωγὰς τὰς ἐν ταῖς συνουσίαις οὐχ οὕτως ποιοῦνται διὰ τῶν ἐπεισάκτων ἀκροαμάτων ὡς διʼ αὑτῶν , ἀνὰ μέρος ᾄδειν ἀλλήλοις προστάττοντες .
4.20.11 καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ γινώσκειν οὐδὲν αἰσχρὸν ἡγοῦνται , τήν γε μὴν ᾠδὴν οὔτʼ ἀρνηθῆναι δύνανται διὰ τὸ κατʼ ἀνάγκην πάντας μανθάνειν , οὔθʼ ὁμολογοῦντες ἀποτρίβεσθαι διὰ τὸ τῶν αἰσχρῶν παρʼ αὐτοῖς νομίζεσθαι τοῦτο .
4.20.12 καὶ μὴν ἐμβατήρια μετʼ αὐλοῦ καὶ τάξεως ἀσκοῦντες , ἔτι δʼ ὀρχήσεις ἐκπονοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατʼ ἐνιαυτὸν ἐν τοῖς θεάτροις ἐπιδείκνυνται τοῖς αὑτῶν πολίταις
4.21.1
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 4.20.5 | Polyb. 4.20.11 (English) | >>Polyb. 4.21.4 |