Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.22.6 Polyb. 4.22.12 (English) >>Polyb. 4.23.6

4.22.10 πρῴην ἔδει τὰ κηρύγματα ταῦτα καὶ τοὺς ἁθροισμοὺς τοὺς ἐν τοῖς ὅπλοις παραγγέλλειν, καθʼ ὃν καιρὸν τοὺς Αἰτωλοὺς πολεμίους ὄντας ἠκούομεν τοῖς ὅρους τῆς χώρας ἡμῶν συνεγγίζειν, οὐ νῦν, ὅτε Μακεδόνας τοὺς εὐεργέτας καὶ σωτῆρας πυνθανόμεθα πλησιάζειν μετὰ τοῦ βασιλέως 4.22.11 . ἔτι δʼ αὐτοῦ ταῦτʼ ἀνακρουομένου, προσπεσόντες οἱ παρακεκλημένοι τῶν νέων τοῦτόν τε συνεκέντησαν καὶ μετὰ τούτου Σθενέλαον, Ἀλκαμένη, Θυέστην, Βιωνίδαν, ἑτέρους τῶν πολιτῶν καὶ πλείους. 4.22.12 οἱ δὲ περὶ Πολυφόνταν καί τινες ἅμα τούτοις ἐμφρόνως προϊδόμενοι τὸ μέλλον,

4.23.1

ἀπεχώρησαν πρὸς τὸν Φίλιππον. ταῦτα δὲ πράξαντες εὐθέως ἔπεμπον οἱ προεστῶτες ἔφοροι τῶν πραγμάτων τοὺς κατηγορήσοντας πρὸς τὸν Φίλιππον τῶν ἀνῃρημένων καὶ παρακαλέσοντας αὐτὸν ἐπισχεῖν τὴν παρουσίαν, ἕως ἂν ἐκ τοῦ γεγονότος κινήματος εἰς τὴν ἀποκατάστασιν ἔλθῃ τὰ κατὰ τὴν πόλιν· γινώσκειν δὲ διότι πρόκειται διατηρεῖν αὐτοῖς πάντα τὰ δίκαια καὶ φιλάνθρωπα πρὸς Μακεδόνας· 4.23.2 οἳ καὶ συμμίξαντες ἤδη περὶ τὸ Παρθένιον ὄρος ὄντι τῷ βασιλεῖ διελέχθησαν ἀκολούθως ταῖς ἐντολαῖς. 4.23.3 δὲ διακούσας παρεκάλεσε τοὺς ἥκοντας κατὰ σπουδὴν ποιήσασθαι τὴν εἰς οἶκον ἐπάνοδον καὶ δηλοῦν τοῖς ἐφόροις ὅτι κατὰ τὸ συνεχὲς πορευθεὶς αὐτὸς μὲν ἐν Τεγέᾳ ποιήσεται τὴν στρατοπεδείαν, ἐκείνους δʼ οἴεται δεῖν τὴν ταχίστην ἐκπέμπειν ἄνδρας ἀξιοχρέους τοὺς κοινολογησομένους πρὸς αὑτὸν ὑπὲρ τῶν ἐνεστώτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.22.6 Polyb. 4.22.12 (English) >>Polyb. 4.23.6

Powered by PhiloLogic