Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.21.9 Polyb. 4.22.5 (English) >>Polyb. 4.22.11

4.22.2 Φίλιππος δὲ μετὰ δυνάμεως βοηθῶν τοῖς Ἀχαιοῖς παρῆν εἰς Κόρινθον· ὑστερήσας δὲ τοῦ καιροῦ διαπέστειλε βιβλιαφόρους πρὸς πάντας τοὺς συμμάχους, παρακαλῶν πέμπειν ἑκάστους παρʼ αὑτῶν κατὰ σπουδὴν εἰς Κόρινθον τοὺς βουλευσομένους ὑπὲρ τῶν κοινῇ συμφερόντων. 4.22.3 αὐτὸς δʼ ἀναζεύξας ὡς ἐπὶ Τεγέας προῆγε, πυνθανόμενος τοὺς Λακεδαιμονίους εἰς σφαγὰς καὶ ταραχὰς ἐμπεπτωκέναι πρὸς ἀλλήλους. 4.22.4 οἱ γὰρ Λακεδαιμόνιοι συνήθεις ὄντες βασιλεύεσθαι καὶ πάντως τοῖς προεστῶσι πειθαρχεῖν, τότε προσφάτως μὲν ἠλευθερωμένοι διʼ Ἀντιγόνου, βασιλέως δʼ οὐχ ὑπάρχοντος παρʼ αὐτοῖς, ἐστασίαζον πρὸς σφᾶς, πάντες ὑπολαμβάνοντες ἴσον αὑτοῖς μετεῖναι τῆς πολιτείας. 4.22.5 τὰς μὲν οὖν ἀρχὰς οἱ μὲν δύο τῶν ἐφόρων ἄδηλον εἶχον τὴν γνώμην, οἱ δὲ τρεῖς ἐκοινώνουν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων, πεπεισμένοι διὰ τὴν ἡλικίαν τὸν Φίλιππον οὐδέπω δυνήσεσθαι τοῖς κατὰ τὴν Πελοπόννησον πράγμασιν ἐπαρκεῖν. 4.22.6 ἐπεὶ δʼ οἱ μὲν Αἰτωλοὶ παρὰ τὴν προσδοκίαν αὐτῶν ἐκ Πελοποννήσου ταχεῖαν ἐποιήσαντο τὴν ἐπάνοδον, δὲ Φίλιππος ἐκ Μακεδονίας ἔτι θάττω τὴν παρουσίαν, 4.22.7 ἀπιστοῦντες οἱ τρεῖς ἑνὶ τῶν δυεῖν Ἀδειμάντῳ διὰ τὸ συνειδέναι μὲν σφίσι πάσας τὰς ἐπιβολάς, μὴ λίαν δὲ τοῖς γινομένοις εὐδοκεῖν, ἠγωνίων μὴ συνεγγίσαντος τοῦ βασιλέως πάντα τὰ πραττόμενα πρὸς τὸν Φίλιππον ἐξηγήσηται.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.21.9 Polyb. 4.22.5 (English) >>Polyb. 4.22.11

Powered by PhiloLogic