Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.21.12 Polyb. 4.22.8 (English) >>Polyb. 4.23.1

4.22.5 τὰς μὲν οὖν ἀρχὰς οἱ μὲν δύο τῶν ἐφόρων ἄδηλον εἶχον τὴν γνώμην, οἱ δὲ τρεῖς ἐκοινώνουν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων, πεπεισμένοι διὰ τὴν ἡλικίαν τὸν Φίλιππον οὐδέπω δυνήσεσθαι τοῖς κατὰ τὴν Πελοπόννησον πράγμασιν ἐπαρκεῖν. 4.22.6 ἐπεὶ δʼ οἱ μὲν Αἰτωλοὶ παρὰ τὴν προσδοκίαν αὐτῶν ἐκ Πελοποννήσου ταχεῖαν ἐποιήσαντο τὴν ἐπάνοδον, δὲ Φίλιππος ἐκ Μακεδονίας ἔτι θάττω τὴν παρουσίαν, 4.22.7 ἀπιστοῦντες οἱ τρεῖς ἑνὶ τῶν δυεῖν Ἀδειμάντῳ διὰ τὸ συνειδέναι μὲν σφίσι πάσας τὰς ἐπιβολάς, μὴ λίαν δὲ τοῖς γινομένοις εὐδοκεῖν, ἠγωνίων μὴ συνεγγίσαντος τοῦ βασιλέως πάντα τὰ πραττόμενα πρὸς τὸν Φίλιππον ἐξηγήσηται. 4.22.8 διʼ δὴ συλλαλήσαντές τισι τῶν νέων ἐκήρυττον εἰς τὸ τῆς Χαλκιοίκου τέμενος μετὰ τῶν ὅπλων ἰέναι τοὺς ἐν ταῖς ἡλικίαις, ὡς τῶν Μακεδόνων ἐπὶ τὴν πόλιν παραγινομένων. 4.22.9 ταχὺ δὲ διὰ τὸ παράδοξον ἁθροισθέντων, δυσαρεστῶν Ἀδείμαντος τοῖς γινομένοις ἐπειρᾶτο προπορευθεὶς παρακαλεῖν καὶ διδάσκειν διότι 4.22.10 πρῴην ἔδει τὰ κηρύγματα ταῦτα καὶ τοὺς ἁθροισμοὺς τοὺς ἐν τοῖς ὅπλοις παραγγέλλειν, καθʼ ὃν καιρὸν τοὺς Αἰτωλοὺς πολεμίους ὄντας ἠκούομεν τοῖς ὅρους τῆς χώρας ἡμῶν συνεγγίζειν, οὐ νῦν, ὅτε Μακεδόνας τοὺς εὐεργέτας καὶ σωτῆρας πυνθανόμεθα πλησιάζειν μετὰ τοῦ βασιλέως


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.21.12 Polyb. 4.22.8 (English) >>Polyb. 4.23.1

Powered by PhiloLogic