Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.23.7 Polyb. 4.24.4 (English) >>Polyb. 4.25.3

4.24.1

φίλοις. δὲ βασιλεὺς ἐπὶ πᾶσιν, εἰ χρὴ τοῦ βασιλέως λέγειν τὰς τότε γνώμας· οὐ γὰρ εἰκὸς ἑπτακαιδεκαέτη παῖδα περὶ τηλικούτων δύνασθαι πραγμάτων διευκρινεῖν. 4.24.2 ἀλλʼ ἡμῖν μὲν καθήκει τοῖς γράφουσι τὰς κυρούσας τὰ διαβούλια γνώμας ἀνατιθέναι τοῖς προεστῶσι τῶν ὅλων· τοὺς μέντοι γʼ ἀκούοντας αὐτοὺς χρὴ συνυπονοεῖν διότι τῶν συνόντων καὶ μάλιστα τῶν παρακειμένων εἰκός ἐστιν εἶναι τὰς τοιαύτας ὑποθέσεις καὶ διαλήψεις· 4.24.3 ὧν Ἀράτῳ τις ἐπιεικέστατʼ ἂν προσάπτοι τὴν τότε ῥηθεῖσαν ὑπὸ τοῦ βασιλέως γνώμην. 4.24.4 γὰρ Φίλιππος τὰ μὲν κατʼ ἰδίαν τῶν συμμάχων εἰς αὑτοὺς ἀδικήματα καθήκειν ἔφησεν αὑτῷ μέχρι λόγου καὶ γραμμάτων διορθοῦν καὶ συνεπισημαίνεσθαι, 4.24.5 τὰ δὲ πρὸς τὴν κοινὴν ἀνήκοντα συμμαχίαν, ταῦτʼ ἔφη μόνα δεῖν κοινῆς ἐπιστροφῆς καὶ διορθώσεως τυγχάνειν ὑπὸ πάντων. 4.24.6 Λακεδαιμονίων δὲ μηδὲν εἰς τὴν κοινὴν συμμαχίαν ἐκφανὲς ἡμαρτηκότων, ἐπαγγελλομένων δὲ πάντα καὶ ποιεῖν τὰ δίκαια πρὸς ἡμᾶς, οὐ καλῶς ἔχον εἶναι τὸ βουλεύεσθαί τι περὶ αὐτῶν ἀπαραίτητον· 4.24.7 καὶ γὰρ ἄτοπον τὸν μὲν πατέρα πολεμίων ὄντων κρατήσαντα μηδὲν ποιῆσαι δεινόν, αὐτὸν δʼ ἐφʼ οὕτω μικρᾶς αἰτίας ἀνήκεστόν τι βουλεύεσθαι περὶ αὐτῶν. 4.24.8 ἐπικυρωθείσης δὲ ταύτης τῆς γνώμης, ὅτι δεῖ παριδεῖν τὸ γεγονός, εὐθέως βασιλεὺς Πετραῖον τῶν αὑτοῦ φίλων ἅμα τοῖς περὶ τὸν Ὠμίαν ἐξαπέστελλε παρακαλέσοντα τοὺς πολλοὺς ἀντέχεσθαι τῆς πρὸς αὑτὸν καὶ Μακεδόνας εὐνοίας, ἅμα δὲ δώσοντα καὶ ληψόμενον τοὺς ὅρκους περὶ συμμαχίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.23.7 Polyb. 4.24.4 (English) >>Polyb. 4.25.3

Powered by PhiloLogic