Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.25.3 Polyb. 4.25.8 (English) >>Polyb. 4.26.7

4.25.6 προθέμενοι δὲ τὰς προειρημένας αἰτίας ἐν τῷ δόγματι παρακατεβάλοντο ψήφισμα, προσδιασαφοῦντες ὅτι συνανασώσουσι τοῖς συμμάχοις, εἴ τινα κατέχουσιν αὐτῶν Αἰτωλοὶ χώραν πόλιν ἀφʼ οὗ Δημήτριος Φιλίππου κατὰ φύσιν πατὴρ μετήλλαξε· 4.25.7 παραπλησίως δὲ καὶ τοὺς ὑπὸ τῶν καιρῶν ἠναγκασμένους ἀκουσίως μετέχειν τῆς Αἰτωλῶν συμπολιτείας, ὅτι πάντας τούτους ἀποκαταστήσουσιν εἰς τὰ πάτρια πολιτεύματα, χώραν ἔχοντας καὶ πόλεις τὰς αὑτῶν, ἀφρουρήτους, ἀφορολογήτους, ἐλευθέρους ὄντας, πολιτείαις καὶ νόμοις χρωμένους τοῖς πατρίοις. 4.25.8 συνανακομιεῖσθαι δὲ καὶ τοῖς Ἀμφικτύοσιν ἔγραψαν τοὺς νόμους καὶ τὴν περὶ τὸ ἱερὸν ἐξουσίαν, ἣν Αἰτωλοὶ παρῄρηνται νῦν, βουλόμενοι τῶν κατὰ τὸ ἱερὸν ἐπικρατεῖν αὐτοί.

4.26.1

Τούτου δὲ τοῦ δόγματος κυρωθέντος κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος μὲν συμμαχικὸς προσαγορευόμενος πόλεμος ἀρχὴν εἰλήφει δικαίαν καὶ πρέπουσαν τοῖς γεγονόσιν ἀδικήμασιν. 4.26.2 οἱ δὲ σύνεδροι παραχρῆμα πρεσβευτὰς ἐξαπέστελλον πρὸς τοὺς συμμάχους, ἵνα παρʼ ἑκάστοις διὰ τῶν πολλῶν ἐπικυρωθέντος τοῦ δόγματος ἐκφέρωσι πάντες τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον. 4.26.3 ἔπεμψε δὲ καὶ τοῖς Αἰτωλοῖς ἐπιστολὴν Φίλιππος, διασαφῶν ἵνʼ εἴ τι λέγειν ἔχουσι δίκαιον ὑπὲρ τῶν ἐγκαλουμένων, ἔτι καὶ νῦν συνελθόντες διὰ λόγου ποιῶνται τὴν διεξαγωγήν· εἰ δʼ ὑπειλήφασι,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.25.3 Polyb. 4.25.8 (English) >>Polyb. 4.26.7

Powered by PhiloLogic