Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.25.8 Polyb. 4.26.7 (English) >>Polyb. 4.27.6

4.26.4 διότι χωρὶς κοινοῦ δόγματος λεηλατοῦσι καὶ πορθοῦσι πάντας, οὐκ ἀμύνεσθαι τοὺς ἀδικουμένους, ἐὰν δʼ ἀμύνωνται, νομισθήσεσθαι τούτους κατάρχειν τοῦ πολέμου, πάντων αὐτοὺς εὐηθεστάτους εἶναι. 4.26.5 κομισάμενοι δʼ οἱ τῶν Αἰτωλῶν ἄρχοντες τὴν ἐπιστολὴν ταύτην, τὸ μὲν πρῶτον ἐλπίσαντες οὐχ ἥξειν τὸν Φίλιππον, συνέθεντο ῥητὴν ἡμέραν ἐν πρὸς τὸ Ῥίον ἀπαντήσουσι. 4.26.6 γνόντες δὲ παραγινόμενον, ἀπέστειλαν γραμματοφόρον διασαφοῦντες ὡς οὐ δύνανται πρὸ τῆς τῶν Αἰτωλῶν συνόδου διʼ αὑτῶν οὐδὲν ὑπὲρ τῶν ὅλων οἰκονομεῖν. 4.26.7 οἱ δʼ Ἀχαιοὶ συνελθόντες εἰς τὴν καθήκουσαν σύνοδον τό τε δόγμα πάντες ἐπεκύρωσαν καὶ τὸ λάφυρον ἐπεκήρυξαν κατὰ τῶν Αἰτωλῶν. 4.26.8 προσελθόντος δὲ καὶ τοῦ βασιλέως πρὸς τὴν βουλὴν ἐν Αἰγίῳ καὶ διαλεχθέντος διὰ πλειόνων, τὰ ῥηθέντα μετʼ εὐνοίας ἀπεδέξαντο καὶ τὰ προϋπάρχοντα φιλάνθρωπα τοῖς προγόνοις ἀνενεώσαντο πρὸς αὐτὸν τὸν Φίλιππον.

4.27.1

Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Αἰτωλοί, συνάψαντος τοῦ τῶν ἀρχαιρεσίων χρόνου, στρατηγὸν αὑτῶν εἵλοντο Σκόπαν, ὃς ἐγεγόνει πάντων τῶν προειρημένων ἀδικημάτων αἴτιος. 4.27.2 ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν. τὸ γὰρ κοινῷ μὲν δόγματι μὴ πολεμεῖν, πανδημεὶ δὲ στρατεύοντας ἄγειν καὶ φέρειν τὰ τῶν πέλας, καὶ κολάζειν μὲν μηδένα τῶν αἰτίων, στρατηγοὺς δʼ αἱρεῖσθαι καὶ τιμᾶν τοὺς προεστῶτας τῶν τοιούτων ἔργων, ἐμοὶ μὲν δοκεῖ τῆς πάσης γέμειν κακοπραγμοσύνης·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.25.8 Polyb. 4.26.7 (English) >>Polyb. 4.27.6

Powered by PhiloLogic