Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.27.9 Polyb. 4.28.6 (English) >>Polyb. 4.29.7

4.28.4 οὕτως γὰρ τε περὶ τὰς ἀρχὰς ἑκάστων ἔσται διήγησις σαφὴς τε συμπλοκὴ καταφανής, περὶ ἧς ἐν ἀρχαῖς ἐνεδειξάμεθα, παραδείξαντες πότε καὶ πῶς καὶ διʼ ἃς αἰτίας γέγονελοιπὸν ἤδη κοινὴν ποιήσασθαι περὶ πάντων τὴν ἱστορίαν. 4.28.5 ἐγένετο δʼ συμπλοκὴ τῶν πράξεων περὶ τὴν τοῦ πολέμου συντέλειαν κατὰ τὸ τρίτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος. διὸ καὶ τὰ μετὰ ταῦτα κοινῇ τοῖς καιροῖς ἀκολουθοῦντες ἐξηγησόμεθα, τὰ δὲ πρὸ τοῦ κατʼ ἰδίαν, 4.28.6 ὡς εἶπα, προσαναμιμνήσκοντες μόνον τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλωμένων, ἵνα μὴ μόνον εὐπαρακολούθητος, ἀλλὰ καὶ καταπληκτικὴ γίνηται τοῖς προσέχουσιν διήγησις.

4.29.1

Φίλιππος δὲ παραχειμάζων ἐν Μακεδονίᾳ κατέγραφε τὰς δυνάμεις πρὸς τὴν μέλλουσαν χρείαν ἐπιμελῶς, ἅμα δὲ τούτοις ἠσφαλίζετο τὰ πρὸς τοὺς ὑπερκειμένους τῆς Μακεδονίας βαρβάρους. 4.29.2 μετὰ δὲ ταῦτα συνελθὼν πρὸς Σκερδιλαΐδαν καὶ τολμηρῶς δοὺς αὑτὸν εἰς τὰς χεῖρας, διελέγετο περὶ φιλίας καὶ συμμαχίας, 4.29.3 καὶ τὰ μὲν ὑπισχνούμενος αὐτῷ συγκατασκευάσειν τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων, τὰ δὲ κατηγορῶν τῶν Αἰτωλῶν, ὄντων εὐκατηγορήτων, ῥᾳδίως ἔπεισε συγχωρεῖν τοῖς παρακαλουμένοις. 4.29.4 μήποτε γὰρ οὐδὲν διαφέρει τὰ κατʼ ἰδίαν ἀδικήματα τῶν κοινῶν, ἀλλὰ πλήθει μόνον καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατʼ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μὴ ποιεῖν ἀλλήλοις τὰ δίκαια καὶ συλλήβδην διὰ τὰς εἰς αὑτοὺς ἀθεσίας. καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς Αἰτωλούς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.27.9 Polyb. 4.28.6 (English) >>Polyb. 4.29.7

Powered by PhiloLogic