Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.28.6 Polyb. 4.29.5 (English) >>Polyb. 4.30.4

4.29.3 καὶ τὰ μὲν ὑπισχνούμενος αὐτῷ συγκατασκευάσειν τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων, τὰ δὲ κατηγορῶν τῶν Αἰτωλῶν, ὄντων εὐκατηγορήτων, ῥᾳδίως ἔπεισε συγχωρεῖν τοῖς παρακαλουμένοις. 4.29.4 μήποτε γὰρ οὐδὲν διαφέρει τὰ κατʼ ἰδίαν ἀδικήματα τῶν κοινῶν, ἀλλὰ πλήθει μόνον καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατʼ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μὴ ποιεῖν ἀλλήλοις τὰ δίκαια καὶ συλλήβδην διὰ τὰς εἰς αὑτοὺς ἀθεσίας. καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς Αἰτωλούς. 4.29.5 συνθέμενοι γὰρ τῷ Σκερδιλαΐδᾳ δώσειν μέρος τι τῆς λείας, ἐὰν συνεισβάλῃ μετʼ αὐτῶν εἰς τὴν Ἀχαΐαν, πεισθέντος καὶ ποιήσαντος τοῦτο, 4.29.6 διαρπάσαντες τὴν τῶν Κυναιθέων πόλιν, καὶ πολλὰ περιελασάμενοι σώματα καὶ θρέμματα, τὸν Σκερδιλαΐδαν οὐδενὸς μερίτην ἐποίησαν τῶν ἁλόντων. 4.29.7 διόπερ ὑποκαθημένης ἐκ τούτων αὐτῷ τῆς ὀργῆς, βραχέα προσαναμνήσαντος τοῦ Φιλίππου, ταχέως ὑπήκουσε καὶ συνέθετο μεθέξειν τῆς κοινῆς συμμαχίας, ἐφʼ λαμβάνειν μὲν εἴκοσι τάλαντα κατʼ ἐνιαυτόν, πλεῖν δὲ λέμβοις τριάκοντα καὶ πολεμεῖν τοῖς Αἰτωλοῖς κατὰ θάλατταν.

4.30.1

μὲν οὖν Φίλιππος περὶ ταῦτα διέτριβεν. οἱ δʼ ἐξαποσταλέντες πρέσβεις πρὸς τοὺς συμμάχους, ἀφικόμενοι πρῶτον εἰς Ἀκαρνανίαν ἐνετύγχανον τούτοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.28.6 Polyb. 4.29.5 (English) >>Polyb. 4.30.4

Powered by PhiloLogic