Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.3.5 Polyb. 4.3.12 (English) >>Polyb. 4.4.6

4.3.10 τὸ μὲν οὖν πρῶτον ἠδίκουν τὰ περὶ τὰς ἐσχατιὰς ποίμνια, μετὰ δὲ ταῦτα, προβαινούσης τῆς ἀπονοίας, ἐνεχείρησαν καὶ τὰς ἐπὶ τῶν ἀγρῶν οἰκίας ἐκκόπτειν, ἀνυπονοήτως τὰς νύκτας ἐπιφαινόμενοι. 4.3.11 τῶν δὲ Μεσσηνίων ἐπὶ τούτοις ἀγανακτούντων καὶ διαπρεσβευομένων πρὸς τὸν Δωρίμαχον, τὰς μὲν ἀρχὰς παρήκουε, βουλόμενος τὰ μὲν ὠφελεῖν τοὺς ὑπʼ αὐτὸν ταττομένους, τὰ δʼ αὐτὸς ὠφελεῖσθαι, μερίτης γινόμενος τῶν λαμβανομένων. 4.3.12 πλεοναζούσης δὲ τῆς παρουσίας τῶν πρεσβειῶν διὰ τὴν συνέχειαν τῶν ἀδικημάτων, αὐτὸς ἥξειν ἐπὶ τὴν Μεσσήνην ἔφη, δικαιολογησόμενος πρὸς τοὺς ἐγκαλοῦντας τοῖς Αἰτωλοῖς. 4.3.13 ἐπειδὴ δὲ παρεγένετο, προσπορευομένων αὐτῷ τῶν ἠδικημένων, τοὺς μὲν διέσυρε χλευάζων, τῶν δὲ κατανίστατο, τοὺς δʼ ἐξέπληττε λοιδορῶν.

4.4.1

Ἔτι δʼ αὐτοῦ παρεπιδημοῦντος ἐν τῇ Μεσσήνῃ, συνεγγίσαντες τῇ πόλει νυκτὸς οἱ πειραταὶ καὶ προσβαλόντες κλίμακας ἐξέκοψαν τὸ Χυρῶνος καλούμενον ἐπαύλιον, καὶ τοὺς μὲν ἀμυνομένους ἀπέσφαξαν, τοὺς δὲ λοιποὺς τῶν οἰκετῶν δήσαντες καὶ τὰ κτήνη μετʼ αὐτῶν ἀπήγαγον. 4.4.2 οἱ δὲ τῶν Μεσσηνίων ἔφοροι, πάλαι μὲν ἐπί τε τοῖς γινομένοις καὶ τῇ παρεπιδημίᾳ τοῦ Δωριμάχου διαλγοῦντες, τότε δὲ καὶ προσενυβρίζεσθαι δόξαντες, ἀνεκαλοῦντʼ αὐτὸν εἰς τὰς συναρχίας. 4.4.3 ἐν καιρῷ Σκύρων, ὃς ἦν μὲν ἔφορος τότε τῶν Μεσσηνίων, εὐδοκίμει δὲ καὶ κατὰ τὸν ἄλλον βίον παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ προίεσθαι τὸν Δωρίμαχον ἐκ τῆς πόλεως, ἐὰν μὴ τὰ μὲν ἀπολωλότα πάντα τοῖς Μεσσηνίοις ἀποκαταστήσῃ, περὶ δὲ τῶν τεθνεώτων δωσιδίκους παράσχῃ τοὺς ἠδικηκότας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.3.5 Polyb. 4.3.12 (English) >>Polyb. 4.4.6

Powered by PhiloLogic