4.31.3 ἐγὼ γὰρ φοβερὸν μὲν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι πόλεμον.
4.31.4 ἐπεὶ τί καὶ θρασύνομεν τὴν ἰσηγορίαν καὶ παρρησίαν καὶ τὸ τῆς ἐλευθερίας ὄνομα πάντες, εἰ μηδὲν ἔσται προυργιαίτερον τῆς εἰρήνης;
4.31.5 οὐδὲ γὰρ Θηβαίους ἐπαινοῦμεν κατὰ τὰ Μηδικά, διότι τῶν ὑπὲρ τῆς Ἑλλάδος ἀποστάντες κινδύνων τὰ Περσῶν εἵλοντο διὰ τὸν φόβον, οὐδὲ Πίνδαρον τὸν συναποφηνάμενον αὐτοῖς ἄγειν τὴν ἡσυχίαν διὰ τῶνδε τῶν ποιημάτων,
4.31.6
τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω μεγαλάνορος ἡσυχίας τὸ φαιδρὸν φάος. δόξας γὰρ παραυτίκα πιθανῶς εἰρηκέναι,
4.31.7 μετʼ οὐ πολὺ πάντων αἰσχίστην εὑρέθη καὶ βλαβερωτάτην πεποιημένος ἀπόφασιν·
4.31.8 εἰρήνη γὰρ μετὰ μὲν τοῦ δικαίου καὶ πρέποντος κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας ἢ δειλίας ἐπονειδίστου πάντων αἴσχιστον καὶ βλαβερώτατον.
4.32.1
Οἱ δὲ τῶν Μεσσηνίων προεστῶτες ὀλιγαρχικοί, καὶ στοχαζόμενοι τοῦ παραυτὰ κατʼ ἰδίαν λυσιτελοῦς, φιλοτιμότερον τοῦ δέοντος ἀεὶ διέκειντο πρὸς τὴν εἰρήνην.
4.32.2 διὸ πολλὰς μὲν περιστάσεις καὶ καιροὺς ἔχοντες, ἐνίοτε δὲ φόβους καὶ κινδύνους διωλίσθανον· ἡθροίζετο δὲ κατὰ τὴν πρόθεσιν ταύτην ἀεὶ τὸ κεφάλαιον αὐτοῖς καὶ μεγίσταις ἐποίουν παλαίειν τὴν πατρίδα συμφοραῖς.