Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.31.8 Polyb. 4.32.8 (English) >>Polyb. 4.33.6

4.32.5 λοιπὸν ὅταν μὲν οὗτοι πρὸς ἀλλήλους πρὸς ἑτέρους πολεμοῦντες ἐν περισπασμοῖς ἦσαν, ἐγίνετο τὸ δέον αὐτοῖς· ἦγον γὰρ τὴν εἰρήνην ἀεὶ παρευδιαζόμενοι διὰ τὴν τοῦ τόπου παράπτωσιν· 4.32.6 ὅταν δʼ εὔσχολοι καὶ ἀπερίσπαστοι Λακεδαιμόνιοι γενηθέντες ἐτράπησαν πρὸς τὸ βλάπτειν αὐτούς, 4.32.7 οὔτʼ αὐτοὶ διʼ αὑτῶν ἀντοφθαλμεῖν ἐδύναντο πρὸς τὸ βάρος τὸ Λακεδαιμονίων οὔτε προκατεσκευασμένοι φίλους τοὺς ἀληθινῶς αὐτοῖς πάντα συνυποστησομένους δουλεύειν ἠναγκάζοντο τούτοις ἀχθοφοροῦντες φεύγοντας τὴν δουλείαν ἀναστάτους γίνεσθαι, λείποντας τὴν χώραν μετὰ τέκνων καὶ γυναικῶν· 4.32.8 ὅπερ ἤδη πλεονάκις αὐτοῖς συνέβη παθεῖν οὐ πάνυ πολλοῖς χρόνοις. 4.32.9 εἴη μὲν οὖν οἷον εἰ συμφῦναι τὴν νῦν ὑπάρχουσαν κατάστασιν Πελοποννησίοις, ἵνα μηδενὸς δέῃ τῶν λέγεσθαι μελλόντων· 4.32.10 ἐὰν δέ ποτε κίνησιν καὶ μετάστασιν σχῇ ταῦτα, μίαν ὁρῶ Μεσσηνίοις καὶ Μεγαλοπολίταις ἐλπίδα τοῦ δύνασθαι νέμεσθαι τὴν αὑτῶν χώραν τὸν πλείω χρόνον, ἐὰν συμφρονήσαντες κατὰ τὴν Ἐπαμινώνδου γνώμην παντὸς καιροῦ καὶ πράγματος ἕλωνται κοινωνεῖν ἀλλήλοις ἀληθινῶς.

4.33.1

δὲ λόγος οὗτος ἔχει μὲν ἴσως καὶ διὰ τῶν πάλαι γεγονότων πίστιν. 4.33.2 οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς τοῦ Λυκαίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατʼ Ἀριστομένην καιροῖς, καθάπερ καὶ Καλλισθένης φησί, γράψαντες τὸ γράμμα τοῦτο· πάντως χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.31.8 Polyb. 4.32.8 (English) >>Polyb. 4.33.6

Powered by PhiloLogic