Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.32.2 Polyb. 4.32.9 (English) >>Polyb. 4.33.6

4.32.6 ὅταν δʼ εὔσχολοι καὶ ἀπερίσπαστοι Λακεδαιμόνιοι γενηθέντες ἐτράπησαν πρὸς τὸ βλάπτειν αὐτούς, 4.32.7 οὔτʼ αὐτοὶ διʼ αὑτῶν ἀντοφθαλμεῖν ἐδύναντο πρὸς τὸ βάρος τὸ Λακεδαιμονίων οὔτε προκατεσκευασμένοι φίλους τοὺς ἀληθινῶς αὐτοῖς πάντα συνυποστησομένους δουλεύειν ἠναγκάζοντο τούτοις ἀχθοφοροῦντες φεύγοντας τὴν δουλείαν ἀναστάτους γίνεσθαι, λείποντας τὴν χώραν μετὰ τέκνων καὶ γυναικῶν· 4.32.8 ὅπερ ἤδη πλεονάκις αὐτοῖς συνέβη παθεῖν οὐ πάνυ πολλοῖς χρόνοις. 4.32.9 εἴη μὲν οὖν οἷον εἰ συμφῦναι τὴν νῦν ὑπάρχουσαν κατάστασιν Πελοποννησίοις, ἵνα μηδενὸς δέῃ τῶν λέγεσθαι μελλόντων· 4.32.10 ἐὰν δέ ποτε κίνησιν καὶ μετάστασιν σχῇ ταῦτα, μίαν ὁρῶ Μεσσηνίοις καὶ Μεγαλοπολίταις ἐλπίδα τοῦ δύνασθαι νέμεσθαι τὴν αὑτῶν χώραν τὸν πλείω χρόνον, ἐὰν συμφρονήσαντες κατὰ τὴν Ἐπαμινώνδου γνώμην παντὸς καιροῦ καὶ πράγματος ἕλωνται κοινωνεῖν ἀλλήλοις ἀληθινῶς.

4.33.1

δὲ λόγος οὗτος ἔχει μὲν ἴσως καὶ διὰ τῶν πάλαι γεγονότων πίστιν. 4.33.2 οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς τοῦ Λυκαίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατʼ Ἀριστομένην καιροῖς, καθάπερ καὶ Καλλισθένης φησί, γράψαντες τὸ γράμμα τοῦτο· πάντως χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, 4.33.3

εὗρε δὲ Μεσσήνη σὺν Διὶ τὸν προδότην ῥηιδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρʼ ἐπίορκον.

χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν. ἐπεὶ γὰρ τῆς αὑτῶν ἐστερήθησαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.32.2 Polyb. 4.32.9 (English) >>Polyb. 4.33.6

Powered by PhiloLogic