4.33.9 ἐπὶ τοσοῦτο διέσπευσαν Μεγαλοπολῖται καὶ πάντες οἱ κοινωνοῦντες Ἀρκάδων τῆς αὐτῶν συμμαχίας ὥστε Μεσσηνίους μὲν ὑπὸ τῶν συμμάχων προσδεχθῆναι καὶ μετασχεῖν τῶν ὅρκων καὶ διαλύσεων, Λακεδαιμονίους δὲ μόνους ἐκσπόνδους γενέσθαι τῶν Ἑλλήνων.
4.33.10 ἃ τίς οὐκ ἂν τῶν ἐπιγινομένων ἐν νῷ τιθέμενος νομίσειε καλῶς εἰρῆσθαι τὰ μικρῷ πρότερον ὑφʼ ἡμῶν δεδηλωμένα;
4.33.11
Ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν Ἀρκάδων καὶ Μεσσηνίων, ἵνα μνημονεύοντες τῶν συμβεβηκότων αὐτοῖς περὶ τὰς πατρίδας ἀτυχημάτων ὑπὸ Λακεδαιμονίων ἀληθινῶς ἀντέχωνται τῆς πρὸς αὑτοὺς εὐνοίας καὶ πίστεως,
4.33.12 καὶ μήτε φόβον ὑφορώμενοι μήτʼ εἰρήνης ἐπιθυμοῦντες ἐγκαταλείπωσιν ἀλλήλους
4.34.1
ἐν ταῖς ὁλοσχερέσι περιστάσεσι. Λακεδαιμόνιοι δὲ τῶν εἰθισμένων ἐποίησάν τι — τοῦτο γὰρ συνεχὲς ἦν τοῖς προειρημένοις — τέλος γὰρ τοὺς παρὰ τῶν συμμάχων πρέσβεις ἀναποκρίτους ἀπέστειλαν. οὕτως ἐξηπόρησαν ὑπὸ τῆς ἀλογίας καὶ κακίας τῆς αὑτῶν.
4.34.2 καί μοι δοκεῖ τοῦτʼ ἀληθὲς εἶναι διότι πολλάκις τολμᾶν περιττὸν εἰς ἄνοιαν καὶ τὸ μηδὲν καταντᾶν εἴωθεν.
4.34.3 οὐ μὴν ἀλλὰ μετὰ ταῦτα, κατασταθέντων ἐφόρων ἄλλων, οἱ κινήσαντες ἐξ ἀρχῆς τὰ πράγματα καὶ γενόμενοι τῆς προειρημένης σφαγῆς αἴτιοι διεπέμποντο πρὸς τοὺς Αἰτωλούς, ἐπισπώμενοι πρεσβευτήν.
4.34.4 τῶν δὲ καὶ μάλʼ ἀσμένως ὑπακουσάντων, ἧκε μετʼ ὀλίγον πρεσβεύων εἰς τὴν Λακεδαίμονα Μαχατᾶς.