Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.32.8 Polyb. 4.33.4 (English) >>Polyb. 4.33.12

4.33.2 οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς τοῦ Λυκαίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατʼ Ἀριστομένην καιροῖς, καθάπερ καὶ Καλλισθένης φησί, γράψαντες τὸ γράμμα τοῦτο· πάντως χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, 4.33.3

εὗρε δὲ Μεσσήνη σὺν Διὶ τὸν προδότην ῥηιδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρʼ ἐπίορκον.

χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν. ἐπεὶ γὰρ τῆς αὑτῶν ἐστερήθησαν, 4.33.4 οἷον εἰ περὶ δευτέρας πατρίδος, ὥς γʼ ἐμοὶ δοκεῖ, τοῖς θεοῖς εὐχόμενοι σῴζειν τὴν Ἀρκαδίαν, τοῦτʼ ἀνέθεσαν τὸ γράμμα. 4.33.5 καὶ τοῦτʼ εἰκότως ἐποίουν· οὐ γὰρ μόνον αὐτοὺς Ἀρκάδες ὑποδεξάμενοι κατὰ τὴν ἔκπτωσιν τὴν ἐκ τῆς ἰδίας ὑπὸ τὸν Ἀριστομένειον πόλεμον ὁμεστίους ἐποιήσαντο καὶ πολίτας, ἀλλὰ καὶ τὰς θυγατέρας ἐψηφίσαντο τοῖς ἐν ἡλικίᾳ διδόναι τῶν Μεσσηνίων, 4.33.6 πρὸς δὲ τούτοις ἀναζητήσαντες τὴν Ἀριστοκράτους τοῦ βασιλέως προδοσίαν ἐν τῇ μάχῃ τῇ καλουμένῃ περὶ Τάφρον αὐτόν τʼ ἀνεῖλον καὶ τὸ γένος αὐτοῦ πᾶν ἠφάνισαν. 4.33.7 οὐ μὴν ἀλλὰ καὶ χωρὶς τῶν πάλαι τὰ τελευταῖα γεγονότα μετὰ τὸν Μεγάλης πόλεως καὶ Μεσσήνης συνοικισμὸν ἱκανὴν ἂν παράσχοι πίστιν τοῖς ὑφʼ ἡμῶν εἰρημένοις. 4.33.8 καθʼ οὓς γὰρ καιρούς, τῆς περὶ Μαντίνειαν μάχης τῶν Ἑλλήνων ἀμφιδήριτον ἐχούσης τὴν νίκην διὰ τὸν Ἐπαμινώνδου θάνατον, ἐκώλυον Λακεδαιμόνιοι μετέχειν τῶν σπονδῶν Μεσσηνίους, ἀκμὴν σφετεριζόμενοι ταῖς ἐλπίσι τὴν Μεσσηνίαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.32.8 Polyb. 4.33.4 (English) >>Polyb. 4.33.12

Powered by PhiloLogic