Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.34.1 Polyb. 4.34.8 (English) >>Polyb. 4.35.4

4.34.6 οἱ δʼ ἔφοροι, δυσαρεστούμενοι μὲν τοῖς ὅλοις πράγμασιν, οὐ δυνάμενοι δὲ πρὸς τὴν ὁρμὴν ἀντοφθαλμεῖν, ἀλλὰ δεδιότες τὴν τῶν νέων συστροφήν, περὶ μὲν τῶν βασιλέων ἔφασαν μετὰ ταῦτα βουλεύσεσθαι, τῷ δὲ Μαχατᾷ συνεχώρησαν δώσειν τὴν ἐκκλησίαν. 4.34.7 συναχθέντος δὲ τοῦ πλήθους παρελθὼν Μαχατᾶς παρεκάλει διὰ πλειόνων αὐτοὺς αἱρεῖσθαι τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, εἰκῇ μὲν καὶ θρασέως κατηγορῶν Μακεδόνων, ἀλόγως δὲ καὶ ψευδῶς ἐγκωμιάζων τοὺς Αἰτωλούς. 4.34.8 μεταστάντος δὲ τούτου, πολλῆς ἀμφισβητήσεως ἐτύγχανε τὸ πρᾶγμα· τινὲς μὲν γὰρ συνηγόρουν τοῖς Αἰτωλοῖς καὶ συντίθεσθαι πρὸς αὐτοὺς παρῄνουν τὴν συμμαχίαν, ἔνιοι δὲ τούτοις ἀντέλεγον. 4.34.9 οὐ μὴν ἀλλὰ τῶν πρεσβυτέρων τινὲς ἐπιστήσαντες τὸ πλῆθος ἐπί τε τὰς Ἀντιγόνου καὶ Μακεδόνων εὐεργεσίας ἐπί τε τὰς διὰ Χαριξένου καὶ Τιμαίου βλάβας, ὅτε στρατεύσαντες Αἰτωλοὶ πανδημεὶ κατέφθειραν μὲν αὐτῶν τὴν χώραν, ἐξηνδραποδίσαντο δὲ τὰς περιοίκους, ἐπεβούλευσαν δὲ τῇ Σπάρτῃ, μετὰ δόλου καὶ βίας τοὺς φυγάδας ἐπαγαγόντες, ἐπʼ ἄλλης ἐγένοντο γνώμης, 4.34.10 καὶ τέλος ἐπείσθησαν τηρεῖν τὴν πρὸς Φίλιππον καὶ Μακεδόνας συμμαχίας. 4.34.11 γενομένων δὲ τούτων, μὲν Μαχατᾶς ἄπρακτος ἐπανῄει πάλιν

4.35.1

εἰς τὴν οἰκείαν, οἱ δʼ ἐξ ἀρχῆς αἴτιοι γεγονότες τῆς κινήσεως, οὐδαμῶς εἶξαι δυνάμενοι τοῖς παροῦσιν, αὖτις ἐπεβάλοντο πρᾶγμα ποιεῖν πάντων ἀσεβέστατον, φθείραντές τινας τῶν νέων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.34.1 Polyb. 4.34.8 (English) >>Polyb. 4.35.4

Powered by PhiloLogic