Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.34.5 Polyb. 4.35.2 (English) >>Polyb. 4.35.7

4.34.9 οὐ μὴν ἀλλὰ τῶν πρεσβυτέρων τινὲς ἐπιστήσαντες τὸ πλῆθος ἐπί τε τὰς Ἀντιγόνου καὶ Μακεδόνων εὐεργεσίας ἐπί τε τὰς διὰ Χαριξένου καὶ Τιμαίου βλάβας, ὅτε στρατεύσαντες Αἰτωλοὶ πανδημεὶ κατέφθειραν μὲν αὐτῶν τὴν χώραν, ἐξηνδραποδίσαντο δὲ τὰς περιοίκους, ἐπεβούλευσαν δὲ τῇ Σπάρτῃ, μετὰ δόλου καὶ βίας τοὺς φυγάδας ἐπαγαγόντες, ἐπʼ ἄλλης ἐγένοντο γνώμης, 4.34.10 καὶ τέλος ἐπείσθησαν τηρεῖν τὴν πρὸς Φίλιππον καὶ Μακεδόνας συμμαχίας. 4.34.11 γενομένων δὲ τούτων, μὲν Μαχατᾶς ἄπρακτος ἐπανῄει πάλιν

4.35.1

εἰς τὴν οἰκείαν, οἱ δʼ ἐξ ἀρχῆς αἴτιοι γεγονότες τῆς κινήσεως, οὐδαμῶς εἶξαι δυνάμενοι τοῖς παροῦσιν, αὖτις ἐπεβάλοντο πρᾶγμα ποιεῖν πάντων ἀσεβέστατον, φθείραντές τινας τῶν νέων. 4.35.2 κατὰ γάρ τινα θυσίαν πάτριον ἔδει τοὺς μὲν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων πομπεύειν ἐπὶ τὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου νεών, τοὺς δʼ ἐφόρους συντελεῖν τὰ περὶ τὴν θυσίαν, αὐτοῦ περὶ τὸ τέμενος διατρίβοντας. 4.35.3 ἐν τούτῳ τῷ καιρῷ τῶν πομπευόντων ἐν τοῖς ὅπλοις τινὲς νεανίσκων ἄφνω προσπεσόντες θύουσι τοῖς ἐφόροις ἀπέσφαξαν αὐτούς. καίτοι πᾶσι τοῖς καταφυγοῦσι τὴν ἀσφάλειαν παρεσκεύαζε τὸ ἱερόν, κἂν θανάτου τις κατακεκριμένος· 4.35.4 τότε δὲ διὰ τὴν ὠμότητα τῶν τολμώντων εἰς τοῦτʼ ἦλθε καταφρονήσεως ὥστε περὶ τὸν βωμὸν καὶ τὴν τράπεζαν τῆς θεοῦ κατασφαγῆναι τοὺς ἐφόρους ἅπαντας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.34.5 Polyb. 4.35.2 (English) >>Polyb. 4.35.7

Powered by PhiloLogic