Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.35.15 Polyb. 4.36.7 (English) >>Polyb. 4.37.6

4.36.4 δὲ Λυκοῦργος ἀναλαβὼν τοὺς στρατιώτας καί τινας τῶν πολιτικῶν ἐνέβαλεν εἰς τὴν Ἀργείαν, ἀφυλάκτως διακειμένων εἰς τέλος τῶν Ἀργείων διὰ τὴν προϋπάρχουσαν κατάστασιν. 4.36.5 καὶ Πολίχναν μὲν καὶ Πρασίας καὶ Λεύκας καὶ Κύφαντα προσπεσὼν ἄφνω κατέσχε· Γλυμπέσι δὲ καὶ Ζάρακι προσπεσὼν ἀπέπεσε. 4.36.6 τούτου δὲ ταῦτα πράξαντος, ἐπεκήρυξαν τὸ λάφυρον οἱ Λακεδαιμόνιοι κατὰ τῶν Ἀχαιῶν. ἔπεισαν δὲ καὶ τοὺς Ἠλείους οἱ περὶ τὸν Μαχατᾶν, παραπλήσια λέγοντες ἅπερ καὶ πρὸς τοὺς Λακεδαιμονίους, ἐξενεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον. 4.36.7

Παραδόξως δὲ καὶ κατὰ νοῦν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων προκεχωρηκότων, οὗτοι μὲν εὐθαρσῶς ἐνέβαινον εἰς τὸν πόλεμον, οἱ δʼ Ἀχαιοὶ τἀναντία· Φίλιππος μὲν γάρ, 4.36.8 ἐφʼ τὰς ἐλπίδας εἶχον, ἀκμὴν ἐγίνετο περὶ παρασκευήν, Ἠπειρῶται δʼ ἔμελλον πολεμεῖν, 4.36.9 Μεσσήνιοι δʼ ἡσυχίαν εἶχον, Αἰτωλοὶ δέ, προσειληφότες τὴν Ἠλείων καὶ Λακεδαιμονίων ἄγνοιαν, πανταχόθεν περιεῖχον αὐτοὺς τῷ πολέμῳ.

4.37.1

Ἀράτῳ μὲν οὖν συνέβαινε κατὰ τὸν καιρὸν τοῦτον ἤδη λήγειν τὴν ἀρχήν, Ἄρατον δὲ τὸν υἱὸν αὐτοῦ καθεσταμένον ὑπὸ τῶν Ἀχαιῶν παραλαμβάνειν τὴν στρατηγίαν. 4.37.2 Αἰτωλῶν δʼ ἐστρατήγει Σκόπας· δὲ χρόνος αὐτῷ τῆς ἀρχῆς μάλιστα τότε πως διῄρητο· τὰς γὰρ ἀρχαιρεσίας Αἰτωλοὶ μὲν ἐποίουν μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν εὐθέως, Ἀχαιοὶ δὲ τότε περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.35.15 Polyb. 4.36.7 (English) >>Polyb. 4.37.6

Powered by PhiloLogic