Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.36.7 Polyb. 4.37.6 (English) >>Polyb. 4.38.5

4.37.3 ἤδη δὲ τῆς θερείας ἐνισταμένης, καὶ μετειληφότος Ἀράτου τοῦ νεωτέρου τὴν στρατηγίαν, ἅμα πάντα τὰ πράγματα τὰς ἐπιβολὰς ἐλάμβανε καὶ τὰς ἀρχάς. 4.37.4 Ἀννίβας μὲν γὰρ ἐνεχείρει κατὰ τοὺς καιροὺς τούτους Ζάκανθαν πολιορκεῖν, Ῥωμαῖοι δὲ Λεύκιον Αἰμίλιον εἰς τὴν Ἰλλυρίδα μετὰ δυνάμεως ἐξαπέστελλον ἐπὶ Δημήτριον τὸν Φάριον· ὑπὲρ ὧν ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλώκαμεν. 4.37.5 Ἀντίοχος δέ, Πτολεμαΐδα καὶ Τύρον παραδόντος αὐτῷ Θεοδότου, τοῖς κατὰ Κοίλην Συρίαν ἐγχειρεῖν ἐπεβάλλετο· Πτολεμαῖος δὲ περὶ παρασκευὴν ἐγίνετο τοῦ πρὸς Ἀντίοχον πολέμου. 4.37.6 Λυκοῦργος δʼ ἀπὸ τῶν ὁμοίων βουλόμενος ἄρχεσθαι Κλεομένει, τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον ἐπολιόρκει προσεστρατοπεδευκώς. Ἀχαιοὶ δὲ μισθοφόρους ἱππεῖς καὶ πεζοὺς ἥθροιζον εἰς τὸν περιεστῶτα πόλεμον· 4.37.7 Φίλιππος δʼ ἐκ Μακεδονίας ἐκίνει μετὰ τῆς δυνάμεως, ἔχων Μακεδόνων φαλαγγίτας μὲν μυρίους, πελταστὰς δὲ πεντακισχιλίους, ἅμα δὲ τούτοις ἱππεῖς ὀκτακοσίους. 4.37.8

Ταῦτα μὲν οὖν ἅπαντʼ ἦν ἐν τοιαύταις ἐπιβολαῖς καὶ παρασκευαῖς. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἐξήνεγκαν Ῥόδιοι Βυζαντίοις πόλεμον διά τινας

4.38.1

τοιαύτας αἰτίας. Βυζάντιοι κατὰ μὲν θάλατταν εὐκαιρότατον οἰκοῦσι τόπον καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς εὐδαιμονίαν πάντη τῶν ἐν τῇ καθʼ ἡμᾶς οἰκουμένῃ, κατὰ δὲ γῆν πρὸς ἀμφότερα πάντων ἀφυέστατον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.36.7 Polyb. 4.37.6 (English) >>Polyb. 4.38.5

Powered by PhiloLogic