4.37.6 Λυκοῦργος δʼ ἀπὸ τῶν ὁμοίων βουλόμενος ἄρχεσθαι Κλεομένει, τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον ἐπολιόρκει προσεστρατοπεδευκώς. Ἀχαιοὶ δὲ μισθοφόρους ἱππεῖς καὶ πεζοὺς ἥθροιζον εἰς τὸν περιεστῶτα πόλεμον·
4.37.7 Φίλιππος δʼ ἐκ Μακεδονίας ἐκίνει μετὰ τῆς δυνάμεως, ἔχων Μακεδόνων φαλαγγίτας μὲν μυρίους, πελταστὰς δὲ πεντακισχιλίους, ἅμα δὲ τούτοις ἱππεῖς ὀκτακοσίους.
4.37.8
Ταῦτα μὲν οὖν ἅπαντʼ ἦν ἐν τοιαύταις ἐπιβολαῖς καὶ παρασκευαῖς. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἐξήνεγκαν Ῥόδιοι Βυζαντίοις πόλεμον διά τινας
4.38.1
τοιαύτας αἰτίας. Βυζάντιοι κατὰ μὲν θάλατταν εὐκαιρότατον οἰκοῦσι τόπον καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς εὐδαιμονίαν πάντη τῶν ἐν τῇ καθʼ ἡμᾶς οἰκουμένῃ, κατὰ δὲ γῆν πρὸς ἀμφότερα πάντων ἀφυέστατον.
4.38.2 κατὰ μὲν γὰρ θάλατταν οὕτως ἐπίκεινται τῷ στόματι τοῦ Πόντου κυρίως ὥστε μήτʼ εἰσπλεῦσαι μήτʼ ἐκπλεῦσαι μηδένα δυνατὸν εἶναι τῶν ἐμπόρων χωρὶς τῆς ἐκείνων βουλήσεως.
4.38.3 ἔχοντος δὲ τοῦ Πόντου πολλὰ τῶν πρὸς τὸν βίον εὐχρήστων τοῖς ἄλλοις ἀνθρώποις, πάντων εἰσὶ τούτων κύριοι Βυζάντιοι.
4.38.4 πρὸς μὲν γὰρ τὰς ἀναγκαίας τοῦ βίου χρείας τά τε θρέμματα καὶ τὸ τῶν εἰς τὰς δουλείας ἀγομένων σωμάτων πλῆθος οἱ κατὰ τὸν Πόντον ἡμῖν τόποι παρασκευάζουσι δαψιλέστατον καὶ χρησιμώτατον ὁμολογουμένως· πρὸς δὲ περιουσίαν μέλι, κηρόν, τάριχος ἀφθόνως ἡμῖν χορηγοῦσι.