4.39.2 εἰς δὲ τὰ προειρημένα κοιλώματα πολλῶν μὲν καὶ μεγάλων ποταμῶν ἐκ τῆς Ἀσίας ἐκβαλλόντων, ἔτι δὲ μειζόνων καὶ πλειόνων ἐκ τῆς Εὐρώπης, συμβαίνει τὴν μὲν Μαιῶτιν ἀναπληρουμένην ὑπὸ τούτων ῥεῖν εἰς τὸν Πόντον διὰ τοῦ στόματος, τὸν δὲ Πόντον εἰς τὴν Προποντίδα.
4.39.3 καλεῖται δὲ τὸ μὲν τῆς Μαιώτιδος στόμα Κιμμερικὸς Βόσπορος, ὃ τὸ μὲν πλάτος ἔχει περὶ τριάκοντα στάδια, τὸ δὲ μῆκος ἑξήκοντα, πᾶν δʼ ἐστὶν ἁλιτενές·
4.39.4 τὸ δὲ τοῦ Πόντου παραπλησίως ὀνομάζεται μὲν Βόσπορος Θρᾴκιος, ἔστι δὲ τὸ μὲν μῆκος ἐφʼ ἑκατὸν καὶ εἴκοσι στάδια, τὸ δὲ πλάτος οὐ πάντη ταὐτόν.
4.39.5 ἄρχει δὲ τοῦ στόματος ἀπὸ μὲν τῆς Προποντίδος τὸ κατὰ Καλχηδόνα διάστημα καὶ Βυζάντιον,
4.39.6 ὃ δεκατεττάρων ἐστὶ σταδίων, ἀπὸ δὲ τοῦ Πόντου τὸ καλούμενον Ἱερόν, ἐφʼ οὗ τόπου φασὶ κατὰ τὴν ἐκ Κόλχων ἀνακομιδὴν Ἰάσονα θῦσαι πρῶτον τοῖς δώδεκα θεοῖς· ὃ κεῖται μὲν ἐπὶ τῆς Ἀσίας, ἀπέχει δὲ τῆς Εὐρώπης ἐπὶ δώδεκα στάδια πρὸς τὸ καταντικρὺ κείμενον Σαραπιεῖον τῆς Θρᾴκης.
4.39.7 τοῦ δὲ ῥεῖν ἔξω κατὰ τὸ συνεχὲς τήν τε Μαιῶτιν καὶ τὸν Πόντον εἰσὶν αἰτίαι διτταί, μία μὲν αὐτόθεν καὶ πᾶσι προφανής, καθʼ ἥν, πολλῶν εἰσπιπτόντων ῥευμάτων εἰς περιγραφὴν ἀγγείων ὡρισμένων, πλεῖον ἀεὶ καὶ πλεῖον γίνεται τὸ ὑγρόν,