Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.3.9 Polyb. 4.4.2 (English) >>Polyb. 4.4.9

4.3.13 ἐπειδὴ δὲ παρεγένετο, προσπορευομένων αὐτῷ τῶν ἠδικημένων, τοὺς μὲν διέσυρε χλευάζων, τῶν δὲ κατανίστατο, τοὺς δʼ ἐξέπληττε λοιδορῶν.

4.4.1

Ἔτι δʼ αὐτοῦ παρεπιδημοῦντος ἐν τῇ Μεσσήνῃ, συνεγγίσαντες τῇ πόλει νυκτὸς οἱ πειραταὶ καὶ προσβαλόντες κλίμακας ἐξέκοψαν τὸ Χυρῶνος καλούμενον ἐπαύλιον, καὶ τοὺς μὲν ἀμυνομένους ἀπέσφαξαν, τοὺς δὲ λοιποὺς τῶν οἰκετῶν δήσαντες καὶ τὰ κτήνη μετʼ αὐτῶν ἀπήγαγον. 4.4.2 οἱ δὲ τῶν Μεσσηνίων ἔφοροι, πάλαι μὲν ἐπί τε τοῖς γινομένοις καὶ τῇ παρεπιδημίᾳ τοῦ Δωριμάχου διαλγοῦντες, τότε δὲ καὶ προσενυβρίζεσθαι δόξαντες, ἀνεκαλοῦντʼ αὐτὸν εἰς τὰς συναρχίας. 4.4.3 ἐν καιρῷ Σκύρων, ὃς ἦν μὲν ἔφορος τότε τῶν Μεσσηνίων, εὐδοκίμει δὲ καὶ κατὰ τὸν ἄλλον βίον παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ προίεσθαι τὸν Δωρίμαχον ἐκ τῆς πόλεως, ἐὰν μὴ τὰ μὲν ἀπολωλότα πάντα τοῖς Μεσσηνίοις ἀποκαταστήσῃ, περὶ δὲ τῶν τεθνεώτων δωσιδίκους παράσχῃ τοὺς ἠδικηκότας. 4.4.4 πάντων δʼ ἐπισημηναμένων ὡς δίκαια λέγοντος τοῦ Σκύρωνος, διοργισθεὶς Δωρίμαχος εὐήθεις αὐτοὺς ἔφη τελέως ὑπάρχειν, εἰ Δωρίμαχον οἴονται νῦν προπηλακίζειν, ἀλλʼ οὐ τὸ κοινὸν τῶν Αἰτωλῶν· καὶ καθόλου δεινὸν ἡγεῖτο τὸ γινόμενον, καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι, καὶ τοῦτο πείσεσθαι δικαίως. 4.4.5 ἦν δέ τις κατʼ ἐκείνους τοὺς καιροὺς ἄνθρωπος ἀσυρὴς ἐν τῇ Μεσσήνῃ, τῶν ἐξηρμένων τὸν ἄνδρα κατὰ πάντα τρόπον, ὄνομα Βαβύρτας, τις εἰ περιέθηκε τὴν καυσίαν καὶ χλαμύδα τοῦ Δωριμάχου, μὴ οἷόν τʼ εἶναι διαγινώσκειν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.3.9 Polyb. 4.4.2 (English) >>Polyb. 4.4.9

Powered by PhiloLogic