Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.3.12 Polyb. 4.4.5 (English) >>Polyb. 4.5.2

4.4.3 ἐν καιρῷ Σκύρων, ὃς ἦν μὲν ἔφορος τότε τῶν Μεσσηνίων, εὐδοκίμει δὲ καὶ κατὰ τὸν ἄλλον βίον παρὰ τοῖς πολίταις, συνεβούλευε μὴ προίεσθαι τὸν Δωρίμαχον ἐκ τῆς πόλεως, ἐὰν μὴ τὰ μὲν ἀπολωλότα πάντα τοῖς Μεσσηνίοις ἀποκαταστήσῃ, περὶ δὲ τῶν τεθνεώτων δωσιδίκους παράσχῃ τοὺς ἠδικηκότας. 4.4.4 πάντων δʼ ἐπισημηναμένων ὡς δίκαια λέγοντος τοῦ Σκύρωνος, διοργισθεὶς Δωρίμαχος εὐήθεις αὐτοὺς ἔφη τελέως ὑπάρχειν, εἰ Δωρίμαχον οἴονται νῦν προπηλακίζειν, ἀλλʼ οὐ τὸ κοινὸν τῶν Αἰτωλῶν· καὶ καθόλου δεινὸν ἡγεῖτο τὸ γινόμενον, καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι, καὶ τοῦτο πείσεσθαι δικαίως. 4.4.5 ἦν δέ τις κατʼ ἐκείνους τοὺς καιροὺς ἄνθρωπος ἀσυρὴς ἐν τῇ Μεσσήνῃ, τῶν ἐξηρμένων τὸν ἄνδρα κατὰ πάντα τρόπον, ὄνομα Βαβύρτας, τις εἰ περιέθηκε τὴν καυσίαν καὶ χλαμύδα τοῦ Δωριμάχου, μὴ οἷόν τʼ εἶναι διαγινώσκειν· 4.4.6 ἐπὶ τοσοῦτον ἐξωμοίωτο κατά τε τὴν φωνὴν καὶ τἄλλα μέρη τοῦ σώματος τῷ προειρημένῳ. καὶ τοῦτʼ οὐκ ἐλάνθανε τὸν Δωρίμαχον. 4.4.7 ὁμιλοῦντος οὖν αὐτοῦ ἀνατατικῶς τότε καὶ μάλʼ ὑπερηφάνως τοῖς Μεσσηνίοις, περιοργισθεὶς Σκύρων Νομίζεις γὰρ ἡμῖν ἔφη σοῦ μέλειν τῆς σῆς ἀνατάσεως, Βαβύρτα; ῥηθέντος δὲ τούτου, 4.4.8 παραυτίκα μὲν εἴξας Δωρίμαχος τῇ περιστάσει συνεχώρησε πάντων ἐπιστροφὴν ποιήσεσθαι τῶν γεγονότων ἀδικημάτων τοῖς Μεσσηνίοις·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.3.12 Polyb. 4.4.5 (English) >>Polyb. 4.5.2

Powered by PhiloLogic