Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.4.2 Polyb. 4.4.8 (English) >>Polyb. 4.5.5

4.4.5 ἦν δέ τις κατʼ ἐκείνους τοὺς καιροὺς ἄνθρωπος ἀσυρὴς ἐν τῇ Μεσσήνῃ, τῶν ἐξηρμένων τὸν ἄνδρα κατὰ πάντα τρόπον, ὄνομα Βαβύρτας, τις εἰ περιέθηκε τὴν καυσίαν καὶ χλαμύδα τοῦ Δωριμάχου, μὴ οἷόν τʼ εἶναι διαγινώσκειν· 4.4.6 ἐπὶ τοσοῦτον ἐξωμοίωτο κατά τε τὴν φωνὴν καὶ τἄλλα μέρη τοῦ σώματος τῷ προειρημένῳ. καὶ τοῦτʼ οὐκ ἐλάνθανε τὸν Δωρίμαχον. 4.4.7 ὁμιλοῦντος οὖν αὐτοῦ ἀνατατικῶς τότε καὶ μάλʼ ὑπερηφάνως τοῖς Μεσσηνίοις, περιοργισθεὶς Σκύρων Νομίζεις γὰρ ἡμῖν ἔφη σοῦ μέλειν τῆς σῆς ἀνατάσεως, Βαβύρτα; ῥηθέντος δὲ τούτου, 4.4.8 παραυτίκα μὲν εἴξας Δωρίμαχος τῇ περιστάσει συνεχώρησε πάντων ἐπιστροφὴν ποιήσεσθαι τῶν γεγονότων ἀδικημάτων τοῖς Μεσσηνίοις· 4.4.9 ἐπανελθὼν δʼ εἰς τὴν Αἰτωλίαν οὕτω πικρῶς ἤνεγκε καὶ βαρέως τὸ ῥηθὲν ὡς οὐδεμίαν ἄλλην ἔχων εὔλογον πρόφασιν διʼ αὐτὸ τοῦτο τοῖς Μεσσηνίοις ἐξέκαυσε τὸν πόλεμον.

4.5.1

Στρατηγὸς μὲν οὖν ὑπῆρχε τῶν Αἰτωλῶν Ἀρίστων· οὗτος δὲ διά τινας σωματικὰς ἀσθενείας ἀδύνατος ὢν πρὸς πολεμικὴν χρείαν, ἅμα δὲ καὶ συγγενὴς ὑπάρχων Δωριμάχου καὶ Σκόπα, τρόπον τινὰ παρακεχωρήκει τούτῳ τῆς ὅλης ἀρχῆς. 4.5.2 δὲ Δωρίμαχος κατὰ κοινὸν μὲν οὐκ ἐτόλμα παρακαλεῖν τοὺς Αἰτωλοὺς εἰς τὸν κατὰ τῶν Μεσσηνίων πόλεμον διὰ τὸ μηδεμίαν ἔχειν ἀξίαν λόγου πρόφασιν, ἀλλʼ ὁμολογουμένως ἐκ παρανομίας καὶ σκώμματος γεγονέναι τὴν ὁρμήν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.4.2 Polyb. 4.4.8 (English) >>Polyb. 4.5.5

Powered by PhiloLogic