Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 4.40.5 | Polyb. 4.41.2 (English) | >>Polyb. 4.41.9 |
4.40.10 ἔσται δὲ καὶ περὶ τὸν Πόντον παραπλήσιον , καὶ γίνεται νῦν · ἀλλʼ οὐ λίαν τοῖς πολλοῖς ἐστι καταφανὲς διὰ τὸ μέγεθος τοῦ κοιλώματος . τοῖς μέντοι γε βραχέα συνεπιστήσασι καὶ νῦν
4.41.1
ἐφʼ ἣν ἔτι πελάγιοι τρέχοντες οἱ πλέοντες τὸν Πόντον λανθάνουσιν ἐποκέλλοντες νυκτὸς ἐπὶ τοὺς τόπους . καλοῦσι δʼ αὐτοὺς οἱ ναυτικοὶ Στήθη .
4.41.3 τοῦ δὲ μὴ παρʼ αὐτὴν συνίστασθαι τὴν γῆν , ἀλλʼ ἐπὶ τὸ πολὺ προωθεῖσθαι τὸν χοῦν , ταύτην νομιστέον εἶναι τὴν αἰτίαν .
4.41.4 ἐφʼ ὅσον μὲν γὰρ αἱ ῥύσεις τῶν ποταμῶν διὰ τὴν βίαν τῆς φορᾶς ἐπικρατοῦσι καὶ διωθοῦνται τὴν θάλατταν , ἐπὶ τοσοῦτο καὶ τὴν γῆν καὶ πάντα τὰ φερόμενα τοῖς ῥεύμασιν ἀνάγκη προωθεῖσθαι καὶ μὴ λαμβάνειν μονὴν μηδὲ στάσιν ἁπλῶς ·
4.41.5 ὅταν δὲ διὰ τὸ βάθος ἤδη καὶ πλῆθος τῆς θαλάττης ἐκλύηται τὰ ῥεύματα , τότʼ εἰκὸς ἤδη κατὰ φύσιν φερόμενον κάτω μονὴν καὶ στάσιν λαμβάνειν τὸν χοῦν .
4.41.6 διʼ ἃ δὴ τῶν μὲν λάβρων καὶ μεγάλων ποταμῶν τὰ μὲν χώματα μακρὰν συνίσταται , τὰ δὲ παρὰ τὴν χέρσον ἐστὶν ἀγχιβαθῆ , τῶν δʼ ἐλαττόνων καὶ πρᾴως ῥεόντων παρʼ αὐτὰς τὰς εἰσβολὰς οἱ θῖνες συνίστανται .
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 4.40.5 | Polyb. 4.41.2 (English) | >>Polyb. 4.41.9 |