Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.41.6 Polyb. 4.42.3 (English) >>Polyb. 4.43.2

4.41.9 εὔηθες γάρθεωροῦντας ὑπὸ τὴν ὄψιν τὸν τυχόντα χειμάρρουν ἐν βραχεῖ χρόνῳ πολλάκις ἐκχαραδροῦντα μὲν καὶ διακόπτοντα τόπους ἠλιβάτους, φέροντα δὲ πᾶν γένος ὕλης καὶ γῆς καὶ λίθων, ἐπιχώσεις δὲ ποιούμενον τηλικαύτας ὥστʼ ἀλλοιοῦν ἐνίοτε καὶ μηδὲ γινώσκειν ἐν βραχεῖ χρόνῳ

4.42.1

τοὺς αὐτοὺς τόπους. ἐξ ὧν οὐκ εἰκὸς θαυμάζειν πῶς οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ποταμοὶ συνεχῶς ῥέοντες ἀπεργάζονταί τι τῶν προειρημένων καὶ τέλος ἐκπληροῦσι τὸν Πόντον. 4.42.2 οὐ γὰρ εἰκός, ἀλλʼ ἀναγκαῖον γενέσθαι τοῦτό γε προφαίνεται κατὰ τὸν ὀρθὸν λόγον. 4.42.3 σημεῖον δὲ τοῦ μέλλοντος· ὅσῳ γάρ ἐστι νῦν Μαιῶτις γλυκυτέρα τῆς Ποντικῆς θαλάττης, οὕτως θεωρεῖται διαφέρουσα προφανῶς Ποντικὴ τῆς καθʼ ἡμᾶς. 4.42.4 ἐξ ὧν δῆλον ὡς, ὅταν χρόνος, ἐν πεπληρῶσθαι συμβαίνει τὴν Μαιῶτιν, τοῦτον λάβῃ τὸν λόγον πρὸς τὸν χρόνον, ὃν ἔχει τὸ μέγεθος τοῦ κοιλώματος πρὸς τὸ κοίλωμα, τότε συμβήσεται καὶ τὸν Πόντον τεναγώδη καὶ γλυκὺν καὶ λιμνώδη γενέσθαι παραπλησίως τῇ Μαιώτιδι λίμνῃ. 4.42.5 καὶ θᾶττον δὲ τοῦτον ὑποληπτέον. ὅσῳ μείζους καὶ πλείους εἰσὶν αἱ ῥύσεις τῶν εἰς τοῦτον ἐκπιπτόντων ποταμῶν. 4.42.6 ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἀπίστως διακειμένους, εἰ δὴ χώννυσθαι νῦν καὶ χωσθήσεσθαί ποτε συμβήσεται τὸν Πόντον καὶ λίμνη καὶ τέναγος ἔσται τὸ τηλικοῦτον πέλαγος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.41.6 Polyb. 4.42.3 (English) >>Polyb. 4.43.2

Powered by PhiloLogic