Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.42.2 Polyb. 4.43.2 (English) >>Polyb. 4.43.8

4.42.7 ἔτι δὲ μᾶλλον εἰρήσθω καὶ τῆς τῶν πλοϊζομένων ψευδολογίας καὶ τερατείας χάριν, ἵνα μὴ παντὶ τῷ λεγομένῳ προσκεχηνέναι παιδικῶς ἀναγκαζώμεθα διὰ τὴν ἀπειρίαν, ἔχοντες δʼ ἴχνη τῆς ἀληθείας ἐπὶ ποσὸν ἐξ αὐτῶν ἐπικρίνειν δυνώμεθα τὸ λεγόμενον ὑπό τινων ἀληθῶς τοὐναντίον. 4.42.8 ἐπὶ δὲ τὸ συνεχὲς τῆς εὐκαιρίας τῶν Βυζαντίων ἐπάνιμεν.

4.43.1

Τοῦ δὴ στόματος τοῦ τὸν Πόντον καὶ τὴν Προποντίδα συνάπτοντος ὄντος ἑκατὸν εἴκοσι σταδίων τὸ μῆκος, καθάπερ ἀρτίως εἶπον, καὶ τοῦ μὲν Ἱεροῦ τὸ πρὸς τὸν Πόντον πέρας ὁρίζοντος, τοῦ δὲ κατὰ Βυζάντιον διαστήματος τὸ πρὸς τὴν Προποντίδα, 4.43.2 μεταξὺ τούτων ἐστὶν Ἑρμαῖον, τῆς Εὐρώπης ἐπὶ προοχῆς τινος ἀκρωτηριαζούσης ἐν τῷ στόματι κείμενον, τῆς μὲν Ἀσίας ἀπέχει περὶ πέντε στάδια, κατὰ τὸν στενώτατον δὲ τόπον ὑπάρχει τοῦ παντὸς στόματος· καὶ Δαρεῖον ζεῦξαί φασι τὸν πόρον, καθʼ ὃν χρόνον ἐποιεῖτο τὴν ἐπὶ Σκύθας διάβασιν. 4.43.3 κατὰ μὲν δὴ τὸν ἄλλον τόπον ἀπὸ τοῦ Πόντου παραπλήσιός ἐστιν φορὰ τοῦ ῥεύματος διὰ τὴν ὁμοιότητα τῶν παρʼ ἑκάτερον τὸ μέρος τῷ στόματι παρηκόντων τόπων· 4.43.4 ἐπὰν δʼ εἰς τὸ τῆς Εὐρώπης Ἑρμαῖον, στενώτατον ἔφαμεν εἶναι, φερόμενος ἐκ τοῦ Πόντου καὶ συγκλειόμενος ῥοῦς βίᾳ προσπέσῃ, τότε δὴ τραπεὶς ὥσπερ ἀπὸ πληγῆς ἐμπίπτει τοῖς ἀντιπέρας τῆς Ἀσίας τόποις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.42.2 Polyb. 4.43.2 (English) >>Polyb. 4.43.8

Powered by PhiloLogic