Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.43.7 Polyb. 4.44.3 (English) >>Polyb. 4.44.11

4.44.1

διὰ πόρου. καὶ τὸ ποιοῦν τὴν μὲν τῶν Βυζαντίων πόλιν εὐκαιροτάτην, τὴν δὲ τῶν Καλχηδονίων τἀναντία, τοῦτʼ ἔστι τὸ νῦν ὑφʼ ἡμῶν εἰρημένον, καίπερ ἀπὸ τῆς ὄψεως ὁμοίας ἀμφοτέραις δοκούσης εἶναι τῆς θέσεως πρὸς τὴν εὐκαιρίαν. 4.44.2 ἀλλʼ ὅμως εἰς τὴν μὲν βουληθέντα καταπλεῦσʼ οὐ ῥᾴδιον, πρὸς ἣν δέ, κἂν μὴ βούλῃ, φέρει κατʼ ἀνάγκην ῥοῦς, καθάπερ ἀρτίως εἴπομεν. 4.44.3 σημεῖον δὲ τούτου· ἐκ Καλχηδόνος γὰρ οἱ βουλόμενοι διαίρειν εἰς Βυζάντιον οὐ δύνανται πλεῖν κατʼ εὐθεῖαν διὰ τὸν μεταξὺ ῥοῦν, ἀλλὰ παράγουσιν ἐπί τε τὴν Βοῦν καὶ τὴν καλουμένην Χρυσόπολιν, 4.44.4 ἣν Ἀθηναῖοι τότε κατασχόντες Ἀλκιβιάδου γνώμῃ παραγωγιάζειν ἐπεβάλοντο πρῶτον τοὺς εἰς Πόντον πλέοντας, τὸ δʼ ἔμπροσθεν ἀφιᾶσι κατὰ ῥοῦν, φέρονται κατʼ ἀνάγκην πρὸς τὸ Βυζάντιον. 4.44.5 ὅμοια δὲ τούτοις καὶ τὰ κατὰ τὸν ἐπὶ θάτερα πλοῦν ἐστι τῆς Βυζαντίων πόλεως· 4.44.6 ἄν τε γὰρ ἀφʼ Ἑλλησπόντου τρέχῃ τις τοῖς νότοις ἄν τʼ ἐπὶ τὸν Ἑλλήσποντον ἐκ τοῦ Πόντου τοῖς ἐτησίοις, παρὰ μὲν τὴν Εὐρώπην ἐκ τῆς Βυζαντίων πόλεως ὀρθός, ἅμα δʼ εὐπαρακόμιστός ἐστιν πλοῦς ἐπὶ τὰ τῆς Προποντίδος στενὰ κατʼ Ἄβυδον καὶ Σηστόν, κἀκεῖθεν ὡσαύτως πάλιν ἐπὶ τὸ Βυζάντιον, 4.44.7 ἀπὸ δὲ Καλχηδόνος παρὰ τὴν Ἀσίαν τἀναντία τούτοις διὰ τὸ κολπώδη τὸν παράπλουν ὑπάρχειν καὶ προτείνειν πολὺ τὴν τῶν Κυζικηνῶν χώραν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.43.7 Polyb. 4.44.3 (English) >>Polyb. 4.44.11

Powered by PhiloLogic