Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.44.2 Polyb. 4.44.8 (English) >>Polyb. 4.45.5

4.44.6 ἄν τε γὰρ ἀφʼ Ἑλλησπόντου τρέχῃ τις τοῖς νότοις ἄν τʼ ἐπὶ τὸν Ἑλλήσποντον ἐκ τοῦ Πόντου τοῖς ἐτησίοις, παρὰ μὲν τὴν Εὐρώπην ἐκ τῆς Βυζαντίων πόλεως ὀρθός, ἅμα δʼ εὐπαρακόμιστός ἐστιν πλοῦς ἐπὶ τὰ τῆς Προποντίδος στενὰ κατʼ Ἄβυδον καὶ Σηστόν, κἀκεῖθεν ὡσαύτως πάλιν ἐπὶ τὸ Βυζάντιον, 4.44.7 ἀπὸ δὲ Καλχηδόνος παρὰ τὴν Ἀσίαν τἀναντία τούτοις διὰ τὸ κολπώδη τὸν παράπλουν ὑπάρχειν καὶ προτείνειν πολὺ τὴν τῶν Κυζικηνῶν χώραν. 4.44.8 ἀφʼ Ἑλλησπόντου γὰρ φερόμενον εἰς Καλχηδόνα χρήσασθαι τῷ παρὰ τὴν Εὐρώπην πλῷ, κἄπειτα συνεγγίζοντα τοῖς κατὰ Βυζάντιον τόποις κάμπτειν καὶ προστρέχειν πρὸς τὴν Καλχηδόνα διὰ τὸν ῥοῦν καὶ τὰ προειρημένα δυσχερές. 4.44.9 ὁμοίως δὲ πάλιν ἐκπλέοντα προστρέχειν εὐθέως τῇ Θρᾴκῃ τελέως ἀδύνατον διά τε τὸν μεταξὺ ῥοῦν καὶ διὰ τὸ τοὺς ἀνέμους ἑκατέρους ἀντιπίπτειν πρὸς ἀμφοτέρας τὰς ἐπιβολάς, 4.44.10 ἐπειδήπερ εἰσάγει μὲν εἰς τὸν Πόντον νότος, ἐξάγει δὲ βορέας, καὶ τούτοις ἀνάγκη χρῆσθαι πρὸς ἑκάτερον τὸν δρόμον τοῖς ἀνέμοις. 4.44.11

Τὰ μὲν οὖν τὴν κατὰ θάλατταν εὐκαιρίαν ποιοῦντα Βυζαντίοις ταῦτʼ ἔστι, τὰ δὲ τὴν κατὰ γῆν

4.45.1

ἀκαιρίαν τὰ μέλλοντα ῥηθήσεσθαι. τῆς γὰρ Θρᾴκης κύκλῳ περιεχούσης αὐτῶν τὴν χώραν οὕτως ὥστʼ ἐκ θαλάττης εἰς θάλατταν καθήκειν, ἀίδιον ἔχουσι πόλεμον καὶ δυσχερῆ πρὸς τούτους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.44.2 Polyb. 4.44.8 (English) >>Polyb. 4.45.5

Powered by PhiloLogic