Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.45.4 Polyb. 4.46.2 (English) >>Polyb. 4.47.3

4.45.9

Ἀλλʼ ὅμως τὸν μὲν ἀπὸ τῶν Θρᾳκῶν πόλεμον κατὰ τὴν συνήθειαν ἀναφέροντες ἔμενον ἐπὶ τῶν ἐξ ἀρχῆς δικαίων πρὸς τοὺς Ἕλληνας· 4.45.10 προσεπιγενομένων δὲ Γαλατῶν αὐτοῖς τῶν περὶ Κομοντόριον

4.46.1

εἰς πᾶν ἦλθον περιστάσεως. οὗτοι δʼ ἐκίνησαν μὲν ἅμα τοῖς περὶ Βρέννον ἐκ τῆς οἰκείας, διαφυγόντες δὲ τὸν περὶ Δελφοὺς κίνδυνον, καὶ παραγενόμενοι πρὸς τὸν Ἑλλήσποντον, εἰς μὲν τὴν Ἀσίαν οὐκ ἐπεραιώθησαν, αὐτοῦ δὲ κατέμειναν διὰ τὸ φιλοχωρῆσαι τοῖς περὶ τὸ Βυζάντιον τόποις. 4.46.2 οἳ καὶ κρατήσαντες τῶν Θρᾳκῶν, καὶ κατασκευασάμενοι βασίλειον τὴν Τύλιν, εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς Βυζαντίους. 4.46.3 κατὰ μὲν οὖν τὰς ἀρχὰς ἐν ταῖς ἐφόδοις αὐτῶν ταῖς κατὰ Κομοντόριον τὸν πρῶτον βασιλεύσαντα δῶρα διετέλουν οἱ Βυζάντιοι διδόντες ἀνὰ τρισχιλίους καὶ πεντακισχιλίους, ποτὲ δὲ καὶ μυρίους χρυσοῦς, ἐφʼ μὴ καταφθείρειν τὴν χώραν αὐτῶν. 4.46.4 τέλος δʼ ἠναγκάσθησαν ὀγδοήκοντα τάλαντα συγχωρῆσαι φόρον τελεῖν κατʼ ἐνιαυτὸν ἕως εἰς Καύαρον, ἐφʼ οὗ κατελύθη μὲν βασιλεία, τὸ δὲ γένος αὐτῶν ἐξεφθάρη πᾶν, ὑπὸ Θρᾳκῶν ἐκ μεταβολῆς ἐπικρατηθέν. 4.46.5 ἐν οἷς καιροῖς ὑπὸ τῶν φόρων πιεζούμενοι τὸ μὲν πρῶτον ἐπρέσβευον πρὸς τοὺς Ἕλληνας, δεόμενοι σφίσι βοηθεῖν καὶ συγχορηγεῖν εἰς τοὺς περιεστῶτας καιρούς·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.45.4 Polyb. 4.46.2 (English) >>Polyb. 4.47.3

Powered by PhiloLogic