Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.45.9 Polyb. 4.47.1 (English) >>Polyb. 4.48.2

4.46.4 τέλος δʼ ἠναγκάσθησαν ὀγδοήκοντα τάλαντα συγχωρῆσαι φόρον τελεῖν κατʼ ἐνιαυτὸν ἕως εἰς Καύαρον, ἐφʼ οὗ κατελύθη μὲν βασιλεία, τὸ δὲ γένος αὐτῶν ἐξεφθάρη πᾶν, ὑπὸ Θρᾳκῶν ἐκ μεταβολῆς ἐπικρατηθέν. 4.46.5 ἐν οἷς καιροῖς ὑπὸ τῶν φόρων πιεζούμενοι τὸ μὲν πρῶτον ἐπρέσβευον πρὸς τοὺς Ἕλληνας, δεόμενοι σφίσι βοηθεῖν καὶ συγχορηγεῖν εἰς τοὺς περιεστῶτας καιρούς· 4.46.6 τῶν δὲ πλείστων παρολιγωρούντων, ἐνεχείρησαν ἀπαναγκασθέντες παραγωγιάζειν τοὺς εἰς τὸν Πόντον πλέοντας.

4.47.1

μεγάλης δὲ γενομένης τῆς ἀλυσιτελείας καὶ δυσχρηστίας πᾶσιν ἐκ τοῦ τέλος πράττειν τοὺς Βυζαντίους τῶν ἐξαγομένων ἐκ τοῦ Πόντου, δεινὸν ἡγοῦντο, καὶ πάντες ἐνεκάλουν οἱ πλοϊζόμενοι τοῖς Ῥοδίοις διὰ τὸ δοκεῖν τούτους προεστάναι τῶν κατὰ θάλατταν. ἐξ οὗ συνέβη φῦναι τὸν πόλεμον, 4.47.2 ὑπὲρ οὗ νῦν ἡμεῖς ἱστορεῖν μέλλομεν.

Οἱ γὰρ Ῥόδιοι, 4.47.3 συνεξεγερθέντες ἅμα μὲν διὰ τὴν σφετέραν βλάβην, ἅμα δὲ καὶ διὰ τὴν τῶν πέλας ἐλάττωσιν, τὸ μὲν πρῶτον παραλαβόντες τοὺς συμμάχους ἐπρέσβευον πρὸς τοὺς Βυζαντίους, ἀξιοῦντες καταλύσειν αὐτοὺς τὸ παραγώγιον· 4.47.4 οὐκ ἐντρεπομένων δὲ τοῖς ὅλοις, ἀλλὰ πεπεισμένων δίκαια λέγειν ἐκ τῆς ἀντικαταστάσεως τῆς γενομένης παρʼ αὐτοῖς τῶν περὶ τὸν Ἑκατόδωρον καὶ Ὀλυμπιόδωρον πρὸς τοὺς τῶν Ῥοδίων πρεσβευτάς



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.45.9 Polyb. 4.47.1 (English) >>Polyb. 4.48.2

Powered by PhiloLogic