Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.46.3 Polyb. 4.47.5 (English) >>Polyb. 4.48.7

4.47.2 ὑπὲρ οὗ νῦν ἡμεῖς ἱστορεῖν μέλλομεν.

Οἱ γὰρ Ῥόδιοι, 4.47.3 συνεξεγερθέντες ἅμα μὲν διὰ τὴν σφετέραν βλάβην, ἅμα δὲ καὶ διὰ τὴν τῶν πέλας ἐλάττωσιν, τὸ μὲν πρῶτον παραλαβόντες τοὺς συμμάχους ἐπρέσβευον πρὸς τοὺς Βυζαντίους, ἀξιοῦντες καταλύσειν αὐτοὺς τὸ παραγώγιον· 4.47.4 οὐκ ἐντρεπομένων δὲ τοῖς ὅλοις, ἀλλὰ πεπεισμένων δίκαια λέγειν ἐκ τῆς ἀντικαταστάσεως τῆς γενομένης παρʼ αὐτοῖς τῶν περὶ τὸν Ἑκατόδωρον καὶ Ὀλυμπιόδωρον πρὸς τοὺς τῶν Ῥοδίων πρεσβευτάς4.47.5 οὗτοι γὰρ τότε προέστησαν τοῦ τῶν Βυζαντίων πολιτεύματοςτότε μὲν ἀπηλλάγησαν οἱ Ῥόδιοι περάναντες οὐδέν, 4.47.6 ἐπανελθόντες δὲ τὸν πόλεμον ἐψηφίσαντο τοῖς Βυζαντίοις διὰ τὰς προειρημένας αἰτίας. 4.47.7 καὶ παραυτίκα πρεσβευτὰς ἐξαπέστελλον πρὸς Προυσίαν, παρακαλοῦντες καὶ τοῦτον εἰς τὸν πόλεμον· ᾔδεσαν γὰρ τὸν Προυσίαν παρατριβόμενον ἔκ τινων πρὸς τοὺς

4.48.1

Βυζαντίους. τὸ δὲ παραπλήσιον ἐποίουν καὶ Βυζάντιοι· πρός τε γὰρ Ἄτταλον καὶ πρὸς Ἀχαιὸν ἔπεμπον πρέσβεις, δεόμενοι σφίσι βοηθεῖν. 4.48.2 μὲν οὖν Ἄτταλος ἦν πρόθυμος, εἶχε δὲ βραχεῖαν τότε ῥοπήν, ὡς ἂν ὑπʼ Ἀχαιοῦ συνεληλαμένος εἰς τὴν πατρῴαν ἀρχήν· 4.48.3 δʼ Ἀχαιός, κρατῶν μὲν τῆς ἐπὶ τάδε τοῦ Ταύρου, βασιλέα δὲ προσφάτως αὑτὸν ἀναδεδειχώς, ἐπηγγέλλετο βοηθήσειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.46.3 Polyb. 4.47.5 (English) >>Polyb. 4.48.7

Powered by PhiloLogic