Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.47.5 Polyb. 4.48.7 (English) >>Polyb. 4.49.1

4.48.4 ὑπάρχων δʼ ἐπὶ ταύτης τῆς προαιρέσεως, τοῖς μὲν Βυζαντίοις μεγάλην ἐλπίδα παρεσκεύαζε, τοῖς δὲ Ῥοδίοις καὶ Προυσίᾳ τἀναντία κατάπληξιν. 4.48.5 Ἀχαιὸς γὰρ ἦν μὲν Ἀντιόχου συγγενὴς τοῦ παρειληφότος τὴν ἐν Συρίᾳ βασιλείαν, ἐγκρατὴς δʼ ἐγένετο τῆς προειρημένης δυναστείας διά τινας τοιαύτας αἰτίας. 4.48.6 Σελεύκου μεταλλάξαντος τὸν βίον, ὃς ἦν Ἀντιόχου τοῦ προειρημένου πατήρ, διαδεξαμένου δὲ τὴν βασιλείαν Σελεύκου πρεσβυτάτου τῶν υἱῶν, ἅμα τούτῳ διὰ τὴν οἰκειότητα συνυπερέβαλε τὸν Ταῦρον, δυσὶ μάλιστά πως ἔτεσι πρότερον τῶν νῦν λεγομένων καιρῶν. 4.48.7 Σέλευκος γὰρ νέος ὡς θᾶττον παρέλαβε τὴν βασιλείαν, πυνθανόμενος Ἄτταλον πᾶσαν ἤδη τὴν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν ὑφʼ αὑτὸν πεποιῆσθαι, παρωρμήθη βοηθεῖν τοῖς σφετέροις πράγμασιν. 4.48.8 ὑπερβαλὼν δὲ μεγάλῃ δυνάμει τὸν Ταῦρον, καὶ δολοφονηθεὶς ὑπό τʼ Ἀπατουρίου τοῦ Γαλάτου καὶ Νικάνορος, μετήλλαξε τὸν βίον. 4.48.9 Ἀχαιὸς δὲ κατὰ τὴν ἀναγκαιότητα τὸν φόνον αὐτοῦ μετῆλθε παραχρῆμα, τοὺς περὶ τὸν Νικάνορα καὶ τὸν Ἀπατούριον ἀποκτείνας, τῶν τε δυνάμεων καὶ τῶν ὅλων πραγμάτων φρονίμως καὶ μεγαλοψύχως προέστη. 4.48.10 τῶν γὰρ καιρῶν παρόντων αὐτῷ, καὶ τῆς τῶν ὄχλων ὁρμῆς συνεργούσης εἰς τὸ διάδημα περιθέσθαι, τοῦτο μὲν οὐ προείλετο ποιῆσαι, τηρῶν δὲ τὴν βασιλείαν Ἀντιόχῳ τῷ νεωτέρῳ τῶν υἱῶν, ἐνεργῶς ἐπιπορευόμενος ἀνεκτᾶτο τὴν ἐπὶ τάδε τοῦ Ταύρου πᾶσαν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.47.5 Polyb. 4.48.7 (English) >>Polyb. 4.49.1

Powered by PhiloLogic