Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.48.8 Polyb. 4.49.2 (English) >>Polyb. 4.50.5

4.48.12 καὶ διάδημα περιθέμενος καὶ βασιλέα προσαγορεύσας αὑτὸν βαρύτατος ἦν τότε καὶ φοβερώτατος τῶν ἐπὶ τάδε τοῦ Ταύρου βασιλέων καὶ δυναστῶν· 4.48.13 καὶ μάλιστα τότε Βυζάντιοι πιστεύσαντες ἀνεδέξαντο τὸν πρὸς τοὺς Ῥοδίους καὶ Προυσίαν πόλεμον.

4.49.1

δὲ Προυσίας ἐνεκάλει μὲν πρότερον τοῖς Βυζαντίοις ὅτι ψηφισαμένων τινὰς εἰκόνας αὐτοῦ ταύτας οὐκ ἀνετίθεσαν, ἀλλʼ εἰς ἐπισυρμὸν καὶ λήθην ἄγοιεν, 4.49.2 δυσηρέστει δʼ αὐτοῖς καὶ ἐπὶ τῷ πᾶσαν προσενέγκασθαι φιλονεικίαν εἰς τὸ διαλῦσαι τὴν Ἀχαιοῦ πρὸς Ἄτταλον ἔχθραν καὶ τὸν πόλεμον, νομίζων κατὰ πολλοὺς τρόπους ἀλυσιτελῆ τοῖς αὑτοῦ πράγμασιν ὑπάρχειν τὴν ἐκείνων φιλίαν. 4.49.3 ἠρέθιζε δʼ αὐτὸν καὶ τὸ δοκεῖν Βυζαντίους πρὸς μὲν Ἄτταλον εἰς τοὺς τῆς Ἀθηνᾶς ἀγῶνας τοὺς συνθύσοντας ἐξαπεσταλκέναι, πρὸς αὐτὸν δʼ εἰς τὰ Σωτήρια μηδένα πεπομφέναι. 4.49.4 διόπερ ἐκ πάντων τούτων ὑποικουρουμένης παρʼ αὐτῷ τῆς ὀργῆς, ἄσμενος ἐπελάβετο τῆς τῶν Ῥοδίων προφάσεως, καὶ συγκαταθέμενος τοῖς πρεσβευταῖς ἐκείνους μὲν ᾤετο δεῖν κατὰ θάλατταν πολεμεῖν, αὐτὸς δὲ κατὰ γῆν οὐκ ἐλάττω βλάψειν ἔδοξε τοὺς ὑπεναντίους. 4.49.5

μὲν οὖν Ῥοδίων πρὸς Βυζαντίους πόλεμος

4.50.1

διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν. οἱ δὲ Βυζάντιοι τὸ μὲν πρῶτον ἐρρωμένως ἐπολέμουν, πεπεισμένοι τὸν μὲν Ἀχαιὸν σφίσι βοηθεῖν, αὐτοὶ δὲ τὸν Τιβοίτην ἐκ τῆς Μακεδονίας ἐπαγαγόντες ἀντιπεριστήσειν τῷ Προυσίᾳ φόβους καὶ κινδύνους,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.48.8 Polyb. 4.49.2 (English) >>Polyb. 4.50.5

Powered by PhiloLogic