Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.4.5 Polyb. 4.5.2 (English) >>Polyb. 4.5.9

4.4.9 ἐπανελθὼν δʼ εἰς τὴν Αἰτωλίαν οὕτω πικρῶς ἤνεγκε καὶ βαρέως τὸ ῥηθὲν ὡς οὐδεμίαν ἄλλην ἔχων εὔλογον πρόφασιν διʼ αὐτὸ τοῦτο τοῖς Μεσσηνίοις ἐξέκαυσε τὸν πόλεμον.

4.5.1

Στρατηγὸς μὲν οὖν ὑπῆρχε τῶν Αἰτωλῶν Ἀρίστων· οὗτος δὲ διά τινας σωματικὰς ἀσθενείας ἀδύνατος ὢν πρὸς πολεμικὴν χρείαν, ἅμα δὲ καὶ συγγενὴς ὑπάρχων Δωριμάχου καὶ Σκόπα, τρόπον τινὰ παρακεχωρήκει τούτῳ τῆς ὅλης ἀρχῆς. 4.5.2 δὲ Δωρίμαχος κατὰ κοινὸν μὲν οὐκ ἐτόλμα παρακαλεῖν τοὺς Αἰτωλοὺς εἰς τὸν κατὰ τῶν Μεσσηνίων πόλεμον διὰ τὸ μηδεμίαν ἔχειν ἀξίαν λόγου πρόφασιν, ἀλλʼ ὁμολογουμένως ἐκ παρανομίας καὶ σκώμματος γεγονέναι τὴν ὁρμήν· 4.5.3 ἀφέμενος δὲ τῆς ἐπινοίας ταύτης ἰδίᾳ προετρέπετο τὸν Σκόπαν κοινωνῆσαι τῆς ἐπιβολῆς αὐτῷ τῆς κατὰ τῶν Μεσσηνίων, ὑποδεικνύων μὲν τὴν ἀπὸ Μακεδόνων ἀσφάλειαν διὰ τὴν ἡλικίαν τοῦ προεστῶτοςοὐ γὰρ εἶχε πλεῖον ἐτῶν τότε Φίλιππος ἑπτακαίδεκα4.5.4 παρατιθεὶς δὲ τὴν Λακεδαιμονίων ἀλλοτριότητα πρὸς τοὺς Μεσσηνίους, ἀναμιμνήσκων δὲ τῆς Ἠλείων πρὸς σφᾶς εὐνοίας καὶ συμμαχίας· ἐξ ὧν ἀσφαλῆ τὴν εἰσβολὴν τὴν εἰς τὴν Μεσσηνίαν ἐσομένην αὐτοῖς ἀπέφαινεν. 4.5.5 τὸ δὲ συνέχον τῆς Αἰτωλικῆς προτροπῆς, ὑπὸ τὴν ὄψιν ἐτίθει τὰς ἐσομένας ὠφελείας ἐκ τῆς τῶν Μεσσηνίων χώρας, οὔσης ἀπρονοήτου καὶ διαμεμενηκυίας ἀκεραίου μόνης τῶν ἐν Πελοποννήσῳ κατὰ τὸν Κλεομενικὸν πόλεμον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.4.5 Polyb. 4.5.2 (English) >>Polyb. 4.5.9

Powered by PhiloLogic