Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.5.1 Polyb. 4.5.8 (English) >>Polyb. 4.6.5

4.5.5 τὸ δὲ συνέχον τῆς Αἰτωλικῆς προτροπῆς, ὑπὸ τὴν ὄψιν ἐτίθει τὰς ἐσομένας ὠφελείας ἐκ τῆς τῶν Μεσσηνίων χώρας, οὔσης ἀπρονοήτου καὶ διαμεμενηκυίας ἀκεραίου μόνης τῶν ἐν Πελοποννήσῳ κατὰ τὸν Κλεομενικὸν πόλεμον. 4.5.6 ἐπὶ δὲ πᾶσι τούτοις συνίστανε τὴν ἐξακολουθήσουσαν εὔνοιαν σφίσι παρὰ τοῦ τῶν Αἰτωλῶν πλήθους. 4.5.7 Ἀχαιοὺς δʼ, ἂν μὲν κωλύσωσι τὴν δίοδον, οὐκ ἐρεῖν ἐγκλήματα τοῖς ἀμυνομένοις· ἐὰν δʼ ἀγάγωσι τὴν ἡσυχίαν, οὐκ ἐμποδιεῖν αὐτοῖς πρὸς τὴν ἐπιβολήν. 4.5.8 πρὸς δὲ Μεσσηνίους προφάσεως οὐκ ἀπορήσειν ἔφη· πάλαι γὰρ αὐτοὺς ἀδικεῖν Ἀχαιοῖς καὶ Μακεδόσιν ἐπηγγελμένους κοινωνήσειν τῆς συμμαχίας. 4.5.9 ταῦτα δʼ εἰπὼν καὶ παραπλήσια τούτοις ἕτερα πρὸς τὴν αὐτὴν ὑπόθεσιν, τοιαύτην ὁρμὴν παρέστησε τῷ Σκόπᾳ καὶ τοῖς τούτου φίλοις ὥστʼ οὔτε κοινὴν τῶν Αἰτωλῶν προσδεξάμενοι σύνοδον οὔτε τοῖς ἀποκλήτοις συμμεταδόντες, οὐδὲ μὴν ἄλλο τῶν καθηκόντων οὐδὲν πράξαντες, 4.5.10 κατὰ δὲ τὰς αὑτῶν ὁρμὰς καὶ κρίσεις διαλαβόντες ἅμα Μεσσηνίοις, Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Μακεδόσι πόλεμον ἐξήνεγκαν.

4.6.1

Καὶ κατὰ μὲν θάλατταν παραχρῆμα πειρατὰς ἐξέπεμψαν, οἳ περιτυχόντες πλοίῳ βασιλικῷ τῶν ἐκ Μακεδονίας περὶ Κύθηρα, τοῦτό τʼ εἰς Αἰτωλίαν καταγαγόντες αὔτανδρον, τούς τε ναυκλήρους καὶ τοὺς ἐπιβάτας, σὺν δὲ τούτοις τὴν ναῦν ἀπέδοντο. τῆς δʼ Ἠπείρου τὴν παραλίαν ἐπόρθουν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.5.1 Polyb. 4.5.8 (English) >>Polyb. 4.6.5

Powered by PhiloLogic