Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.50.2 Polyb. 4.50.9 (English) >>Polyb. 4.51.6

4.50.6 καὶ ταῖς μὲν λοιπαῖς ὁρμοῦντες περὶ Σηστὸν ἐκώλυον τοὺς πλέοντας εἰς τὸν Πόντον, μιᾷ δʼ ἐκπλεύσας ναύαρχος κατεπείραζε τῶν Βυζαντίων, εἴ πως ἤδη μεταμελοῖντο καταπεπληγμένοι τὸν πόλεμον. 4.50.7 τῶν δʼ οὐ προσεχόντων ἀπέπλευσε καὶ παραλαβὼν τὰς λοιπὰς ναῦς ἀπῆρε πάσαις εἰς τὴν Ῥόδον. 4.50.8 οἱ δὲ Βυζάντιοι πρός τε τὸν Ἀχαιὸν ἔπεμπον, ἀξιοῦντες βοηθεῖν, ἐπί τε τὸν Τιβοίτην ἐξαπέστελλον τοὺς ἄξοντας αὐτὸν ἐκ τῆς Μακεδονίας· 4.50.9 ἐδόκει γὰρ οὐχ ἧττον Βιθυνῶν ἀρχὴ Τιβοίτῃ καθήκειν Προυσίᾳ διὰ τὸ πατρὸς ἀδελφὸν 4.50.10 αὐτὸν ὑπάρχειν τῷ Προυσίᾳ οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν τῶν Βυζαντίων ὑπόστασιν, πραγματικῶς διενοήθησαν πρὸς τὸ καθικέσθαι τῆς προθέσεως.

4.51.1

ὁρῶντες γὰρ τὸ συνέχον τοῖς Βυζαντίοις τῆς ὑπομονῆς τοῦ πολέμου κείμενον ἐν ταῖς κατὰ τὸν Ἀχαιὸν ἐλπίσι, θεωροῦντες δὲ τὸν πατέρα τὸν Ἀχαιοῦ κατεχόμενον ἐν Ἀλεξανδρείᾳ, τὸν δʼ Ἀχαιὸν περὶ πλείστου ποιούμενον τὴν τοῦ πατρὸς σωτηρίαν, ἐπεβάλοντο πρεσβεύειν πρὸς τὸν Πτολεμαῖον καὶ παραιτεῖσθαι τὸν Ἀνδρόμαχον, 4.51.2 καὶ πρότερον μὲν ἐκ παρέργου τοῦτο πεποιηκότες, τότε δʼ ἀληθινῶς σπεύδοντες ὑπὲρ τοῦ πράγματος, ἵνα προσενεγκάμενοι πρὸς τὸν Ἀχαιὸν τὴν χάριν ταύτην ὑπόχρεων αὐτὸν ποιήσωνται πρὸς πᾶν τὸ παρακαλούμενον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.50.2 Polyb. 4.50.9 (English) >>Polyb. 4.51.6

Powered by PhiloLogic