Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.50.5 Polyb. 4.51.2 (English) >>Polyb. 4.51.9

4.50.10 αὐτὸν ὑπάρχειν τῷ Προυσίᾳ οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν τῶν Βυζαντίων ὑπόστασιν, πραγματικῶς διενοήθησαν πρὸς τὸ καθικέσθαι τῆς προθέσεως.

4.51.1

ὁρῶντες γὰρ τὸ συνέχον τοῖς Βυζαντίοις τῆς ὑπομονῆς τοῦ πολέμου κείμενον ἐν ταῖς κατὰ τὸν Ἀχαιὸν ἐλπίσι, θεωροῦντες δὲ τὸν πατέρα τὸν Ἀχαιοῦ κατεχόμενον ἐν Ἀλεξανδρείᾳ, τὸν δʼ Ἀχαιὸν περὶ πλείστου ποιούμενον τὴν τοῦ πατρὸς σωτηρίαν, ἐπεβάλοντο πρεσβεύειν πρὸς τὸν Πτολεμαῖον καὶ παραιτεῖσθαι τὸν Ἀνδρόμαχον, 4.51.2 καὶ πρότερον μὲν ἐκ παρέργου τοῦτο πεποιηκότες, τότε δʼ ἀληθινῶς σπεύδοντες ὑπὲρ τοῦ πράγματος, ἵνα προσενεγκάμενοι πρὸς τὸν Ἀχαιὸν τὴν χάριν ταύτην ὑπόχρεων αὐτὸν ποιήσωνται πρὸς πᾶν τὸ παρακαλούμενον. 4.51.3 δὲ Πτολεμαῖος, παραγενομένων τῶν πρέσβεων, ἐβουλεύετο μὲν παρακατέχειν τὸν Ἀνδρόμαχον, ἐλπίζων αὐτῷ χρήσεσθαι πρὸς καιρόν, διὰ τὸ τά τε πρὸς τὸν Ἀντίοχον ἄκριτα μένειν αὐτῷ, καὶ τὸ τὸν Ἀχαιὸν ἀναδεδειχότα προσφάτως αὑτὸν βασιλέα πραγμάτων εἶναι κύριον ἱκανῶν τινων· 4.51.4 ἦν γὰρ Ἀνδρόμαχος Ἀχαιοῦ μὲν πατήρ, ἀδελφὸς δὲ Λαοδίκης τῆς Σελεύκου γυναικός. 4.51.5 οὐ μὴν ἀλλὰ προσκλίνων τοῖς Ῥοδίοις Πτολεμαῖος κατὰ τὴν ὅλην αἵρεσιν, καὶ πάντα σπεύδων χαρίζεσθαι, συνεχώρησε καὶ παρέδωκε τὸν Ἀνδρόμαχον αὐτοῖς ἀποκομίζειν ὡς τὸν υἱόν. 4.51.6 οἱ δʼ ἐπιτελεσάμενοι τοῦτο, καὶ προσεπιμετρήσαντες τοῖς περὶ τὸν Ἀχαιὸν τιμάς τινας, παρείλαντο τὴν ὁλοσχερεστάτην ἐλπίδα τῶν Βυζαντίων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.50.5 Polyb. 4.51.2 (English) >>Polyb. 4.51.9

Powered by PhiloLogic