4.51.3 ὁ δὲ Πτολεμαῖος, παραγενομένων τῶν πρέσβεων, ἐβουλεύετο μὲν παρακατέχειν τὸν Ἀνδρόμαχον, ἐλπίζων αὐτῷ χρήσεσθαι πρὸς καιρόν, διὰ τὸ τά τε πρὸς τὸν Ἀντίοχον ἄκριτα μένειν αὐτῷ, καὶ τὸ τὸν Ἀχαιὸν ἀναδεδειχότα προσφάτως αὑτὸν βασιλέα πραγμάτων εἶναι κύριον ἱκανῶν τινων·
4.51.4 ἦν γὰρ Ἀνδρόμαχος Ἀχαιοῦ μὲν πατήρ, ἀδελφὸς δὲ Λαοδίκης τῆς Σελεύκου γυναικός.
4.51.5 οὐ μὴν ἀλλὰ προσκλίνων τοῖς Ῥοδίοις ὁ Πτολεμαῖος κατὰ τὴν ὅλην αἵρεσιν, καὶ πάντα σπεύδων χαρίζεσθαι, συνεχώρησε καὶ παρέδωκε τὸν Ἀνδρόμαχον αὐτοῖς ἀποκομίζειν ὡς τὸν υἱόν.
4.51.6 οἱ δʼ ἐπιτελεσάμενοι τοῦτο, καὶ προσεπιμετρήσαντες τοῖς περὶ τὸν Ἀχαιὸν τιμάς τινας, παρείλαντο τὴν ὁλοσχερεστάτην ἐλπίδα τῶν Βυζαντίων.
4.51.7 συνεκύρησε δέ τι καὶ ἕτερον τοῖς Βυζαντίοις ἄτοπον· ὁ γὰρ Τιβοίτης, καταγόμενος ἐκ τῆς Μακεδονίας, ἔσφηλε τὰς ἐπιβολὰς αὐτῶν, μεταλλάξας τὸν βίον.
4.51.8 οὗ συμβάντος οἱ μὲν Βυζάντιοι ταῖς ὁρμαῖς ἀνέπεσον, ὁ δὲ Προυσίας ἐπιρρωσθεὶς ταῖς πρὸς τὸν πόλεμον ἐλπίσιν, ἅμα μὲν αὐτὸς ἀπὸ τῶν κατʼ Ἀσίαν μερῶν ἐπολέμει καὶ προσέκειτο τοῖς πράγμασιν ἐνεργῶς, ἅμα δὲ τοὺς Θρᾷκας μισθωσάμενος οὐκ εἴα τὰς πύλας ἐξιέναι τοὺς Βυζαντίους ἀπὸ τῶν κατὰ τὴν Εὐρώπην μερῶν.
4.51.9 οἱ δὲ Βυζάντιοι τῶν σφετέρων ἐλπίδων ἐψευσμένοι, τῷ πολέμῳ πονοῦντες πανταχόθεν, ἐξαγωγὴν περιέβλεπον εὐσχήμονα τῶν πραγμάτων.