Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.51.3 Polyb. 4.52.1 (English) >>Polyb. 4.52.8

4.51.8 οὗ συμβάντος οἱ μὲν Βυζάντιοι ταῖς ὁρμαῖς ἀνέπεσον, δὲ Προυσίας ἐπιρρωσθεὶς ταῖς πρὸς τὸν πόλεμον ἐλπίσιν, ἅμα μὲν αὐτὸς ἀπὸ τῶν κατʼ Ἀσίαν μερῶν ἐπολέμει καὶ προσέκειτο τοῖς πράγμασιν ἐνεργῶς, ἅμα δὲ τοὺς Θρᾷκας μισθωσάμενος οὐκ εἴα τὰς πύλας ἐξιέναι τοὺς Βυζαντίους ἀπὸ τῶν κατὰ τὴν Εὐρώπην μερῶν. 4.51.9 οἱ δὲ Βυζάντιοι τῶν σφετέρων ἐλπίδων ἐψευσμένοι, τῷ πολέμῳ πονοῦντες πανταχόθεν, ἐξαγωγὴν περιέβλεπον εὐσχήμονα τῶν πραγμάτων.

4.52.1

Καυάρου δὲ τοῦ τῶν Γαλατῶν βασιλέως παραγενομένου πρὸς τὸ Βυζάντιον, καὶ σπουδάζοντος διαλῦσαι τὸν πόλεμον καὶ διέχοντος τὰς χεῖρας φιλοτίμως, συνεχώρησαν τοῖς παρακαλουμένοις τε Προυσίας οἵ τε Βυζάντιοι. 4.52.2 πυθόμενοι δʼ οἱ Ῥόδιοι τήν τε τοῦ Καυάρου σπουδὴν καὶ τὴν ἐντροπὴν τοῦ Προυσίου, σπουδάζοντες δὲ καὶ τὴν αὑτῶν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν, 4.52.3 πρεσβευτὴν μὲν Ἀριδίκην προεχειρίσαντο πρὸς τοὺς Βυζαντίους, Πολεμοκλῆ δὲ τρεῖς ἔχοντα τριήρεις ὁμοῦ συναπέστειλαν, 4.52.4 βουλόμενοι τὸ δὴ λεγόμενον καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα πέμπειν πρὸς τοὺς Βυζαντίους. ἐπιφανέντων δὲ τούτων, ἐγένοντο διαλύσεις ἐπὶ Κώθωνος τοῦ Καλλιγείτονος ἱερομνημονοῦντος ἐν τῷ Βυζαντίῳ, 4.52.5 πρὸς μὲν Ῥοδίους ἁπλαῖ, Βυζαντίους μὲν μηδένα πράττειν τὸ διαγώγιον τῶν εἰς τὸν Πόντον πλεόντων, Ῥοδίους δὲ καὶ τοὺς συμμάχους τούτου γενομένου τὴν εἰρήνην ἄγειν πρὸς Βυζαντίους·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.51.3 Polyb. 4.52.1 (English) >>Polyb. 4.52.8

Powered by PhiloLogic