Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.53.8 Polyb. 4.55.1 (English) >>Polyb. 4.56.1

4.54.4 πάντες δὲ περιπορευθέντες αὐτὴν κύκλῳ, καὶ πολλάκις ἀνοιμώξαντες καὶ κατολοφυράμενοι τήν τε τῆς πατρίδος καὶ τὴν αὑτῶν τύχην, αὖθις ἐξ ἀναστροφῆς ἐπανῆλθον εἰς τὴν τῶν Λαππαίων πόλιν. 4.54.5 φιλανθρώπως δʼ αὐτοὺς καὶ μετὰ πάσης προθυμίας τῶν Λαππαίων ὑποδεξαμένων, οὗτοι μὲν ἀντὶ πολιτῶν ἀπόλιδες ἐν ἡμέρᾳ μιᾷ καὶ ξένοι γεγονότες ἐπολέμουν πρὸς τοὺς Κνωσίους ἅμα τοῖς συμμάχοις. 4.54.6 Λύττος δʼ Λακεδαιμονίων μὲν ἄποικος οὖσα καὶ συγγενής, ἀρχαιοτάτη δὲ τῶν κατὰ Κρήτην πόλεων, ἄνδρας δʼ ὁμολογουμένως ἀρίστους ἀεὶ τρέφουσα Κρηταιέων, οὕτως ἄρδην καὶ παραλόγως ἀνηρπάσθη.

4.55.1

Πολυρρήνιοι δὲ καὶ Λαππαῖοι καὶ πάντες οἱ τούτων σύμμαχοι, θεωροῦντες τοὺς Κνωσίους ἀντεχομένους τῆς τῶν Αἰτωλῶν συμμαχίας, τοὺς δʼ Αἰτωλοὺς ὁρῶντες πολεμίους ὄντας τῷ τε βασιλεῖ Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς, πέμπουσι πρέσβεις πρός τε τὸν βασιλέα καὶ τοὺς Ἀχαιοὺς περὶ βοηθείας καὶ συμμαχίας. 4.55.2 οἱ δʼ Ἀχαιοὶ καὶ Φίλιππος εἴς τε τὴν κοινὴν συμμαχίαν αὐτοὺς προσεδέξαντο καὶ βοήθειαν ἐξαπέστειλαν, Ἰλλυριοὺς μὲν τετρακοσίους, ὧν ἡγεῖτο Πλάτωρ, Ἀχαιοὺς δὲ διακοσίους, Φωκέας ἑκατόν. 4.55.3 οἳ καὶ παραγενόμενοι μετʼ οὐ πολὺ πάλιν ἀπέπλευσαν μεγάλην ποιήσαντες ἐπίδοσιν τοῖς Πολυρρηνίοις καὶ τοῖς τούτων συμμάχοις· 4.55.4 πάνυ γὰρ ἐν βραχεῖ χρόνῳ τειχήρεις καταστήσαντες τούς τʼ Ἐλευθερναίους καὶ Κυδωνιάτας, ἔτι δὲ τοὺς Ἀπτεραίους, ἠνάγκασαν ἀποστάντας τῆς τῶν Κνωσίων συμμαχίας κοινωνῆσαι σφίσι τῶν αὐτῶν ἐλπίδων. τούτων δὲ γενομένων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.53.8 Polyb. 4.55.1 (English) >>Polyb. 4.56.1

Powered by PhiloLogic