4.57.2 Ἀλέξανδρος δὲ καὶ Δωρίμαχος κατὰ τὸν καιρὸν τοῦτον ἔχοντες πρᾶξιν κατὰ τῆς τῶν Αἰγειρατῶν πόλεως, ἁθροίσαντες τῶν Αἰτωλῶν περὶ χιλίους καὶ διακοσίους εἰς Οἰάνθειαν τῆς Αἰτωλίας, ἣ κεῖται καταντικρὺ τῆς προειρημένης πόλεως, καὶ πορθμεῖα τούτοις ἑτοιμάσαντες, πλοῦν ἐτήρουν πρὸς τὴν ἐπιβολήν.
4.57.3 τῶν γὰρ ηὐτομοληκότων τις ἐξ Αἰτωλίας, καὶ πλείω χρόνον διατετριφὼς παρὰ τοῖς Αἰγειράταις, καὶ συντεθεωρηκὼς τοὺς φυλάττοντας τὸν ἀπʼ Αἰγίου πυλῶνα μεθυσκομένους καὶ ῥᾳθύμως διεξάγοντας τὰ κατὰ τὴν φυλακήν,
4.57.4 πλεονάκις παραβαλλόμενος καὶ διαβαίνων πρὸς τοὺς περὶ Δωρίμαχον ἐξεκέκλητο πρὸς τὴν πρᾶξιν αὐτούς, ἅτε λίαν οἰκείους ὄντας τῶν τοιούτων ἐγχειρημάτων.
4.57.5 ἡ δὲ τῶν Αἰγειρατῶν πόλις ἔκτισται μὲν τῆς Πελοποννήσου κατὰ τὸν Κορινθιακὸν κόλπον μεταξὺ τῆς Αἰγιέων καὶ Σικυωνίων πόλεως, κεῖται δʼ ἐπὶ λόφων ἐρυμνῶν καὶ δυσβάτων, νεύει δὲ τῇ θέσει πρὸς τὸν Παρνασσὸν καὶ ταῦτα τὰ μέρη τῆς ἀντίπερα χώρας, ἀπέχει δὲ τῆς θαλάττης ὡς ἑπτὰ στάδια.
4.57.6 παραπεσόντος δὲ πλοῦ τοῖς περὶ τὸν Δωρίμαχον, ἀνήχθησαν καὶ καθορμίζονται νυκτὸς ἔτι πρὸς τὸν παρὰ τὴν πόλιν καταρρέοντα ποταμόν.
4.57.7 οἱ μὲν οὖν περὶ τὸν Ἀλέξανδρον καὶ Δωρίμαχον, ἅμα δὲ τούτοις Ἀρχίδαμον τὸν Πανταλέοντος υἱόν, ἔχοντες περὶ αὑτοὺς τὸ πλῆθος τῶν Αἰτωλῶν, προσέβαινον πρὸς τὴν πόλιν κατὰ τὴν ἀπʼ Αἰγίου φέρουσαν ὁδόν.