Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.58.3 Polyb. 4.58.9 (English) >>Polyb. 4.59.5

4.58.7 οὔσης δὲ τῆς ἄκρας ἀτειχίστου, καὶ τῆς συμπλοκῆς ἐκ χειρὸς καὶ κατʼ ἄνδρα γινομένης, τὸ μὲν πρῶτον ἦν ἀγὼν οἷον εἰκός, ἅτε τῶν μὲν ὑπὲρ πατρίδος καὶ τέκνων, τῶν δʼ ὑπὲρ σωτηρίας ἀγωνιζομένων· τέλος γε μὴν ἐτράπησαν οἱ παρεισπεπτωκότες τῶν Αἰτωλῶν. 4.58.8 οἱ δʼ Αἰγειρᾶται, λαβόντες ἀφορμὴν ἐγκλίματος, ἐνεργῶς ἐπέκειντο καὶ καταπληκτικῶς τοῖς πολεμίοις. ἐξ οὗ συνέβη τοὺς πλείστους τῶν Αἰτωλῶν διὰ τὴν πτοίαν αὐτοὺς ὑφʼ αὑτῶν φεύγοντας ἐν ταῖς πύλαις συμπατηθῆναι. 4.58.9 μὲν οὖν Ἀλέξανδρος ἐν χειρῶν νόμῳ κατʼ αὐτὸν ἔπεσε τὸν κίνδυνον, δʼ Ἀρχίδαμος ἐν τῷ περὶ τὰς πύλας ὠθισμῷ καὶ πνιγμῷ διεφθάρη. 4.58.10 τὸ δὲ λοιπὸν πλῆθος τῶν Αἰτωλῶν τὸ μὲν συνεπατήθη, τὸ δὲ κατὰ τῶν κρημνῶν φεῦγον ταῖς ἀνοδίαις ἐξετραχηλίσθη. 4.58.11 τὸ δὲ καὶ διασωθὲν αὐτῶν μέρος πρὸς τὰς ναῦς, ἐρριφὸς τὰ ὅπλα παναίσχρως, ἅμα δʼ ἀνελπίστως ἐποιήσατο τὸν ἀπόπλουν. 4.58.12 Αἰγειρᾶται μὲν οὖν, διὰ τὴν ὀλιγωρίαν ἀποβαλόντες τὴν πατρίδα, διὰ τὴν εὐψυχίαν καὶ γενναιότητα πάλιν ἔσωσαν παραδόξως.

4.59.1

Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὴν Ἠλείαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.58.3 Polyb. 4.58.9 (English) >>Polyb. 4.59.5

Powered by PhiloLogic