Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.58.9 Polyb. 4.59.4 (English) >>Polyb. 4.60.5

4.59.1

Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὴν Ἠλείαν. 4.59.2 δὲ Μίκκος Δυμαῖος, ὅσπερ ἐτύγχανε κατʼ ἐκείνους τοὺς καιροὺς ὑποστράτηγος ὢν τῶν Ἀχαιῶν, ἐκβοηθήσας πανδημεὶ τούς τε Δυμαίους καὶ Φαραιεῖς, ἅμα δὲ καὶ Τριταιεῖς ἔχων, προσέκειτο τοῖς πολεμίοις ἀπαλλαττομένοις. 4.59.3 ἐνεργότερον δʼ ἐπικείμενος τοῖς φεύγουσιν ἐμπεσὼν εἰς ἐνέδραν ἐσφάλη καὶ πολλοὺς ἀπέβαλε τῶν ἀνδρῶν· τετταράκοντα μὲν γὰρ ἔπεσον, ἑάλωσαν δὲ περὶ διακοσίους τῶν πεζῶν. 4.59.4 μὲν οὖν Εὐριπίδας, ποιήσας τοῦτο τὸ προτέρημα, καὶ μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, μετʼ ὀλίγας ἡμέρας αὖτις ἐξελθὼν κατέλαβε παρὰ τὸν Ἄραξον φρούριον τῶν Δυμαίων εὔκαιρον τὸ καλούμενον Τεῖχος· 4.59.5 φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα πολεμοῦντα τοῖς Ἠλείοις ἐποικοδομῆσαι, βουλόμενον ὁρμητηρίῳ χρῆσθαι τούτῳ κατʼ αὐτῶν.

4.60.1

οἱ δὲ Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, ἠλαττωμένοι μὲν περὶ τὴν βοήθειαν, δεδιότες δὲ τὸ μέλλον ἐκ τῆς τοῦ φρουρίου καταλήψεως, τὸ μὲν πρῶτον ἔπεμπον ἀγγέλους πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν, δηλοῦντες τὰ γεγονότα καὶ δεόμενοι σφίσι βοηθεῖν· μετὰ δὲ ταῦτα πρεσβευτὰς ἐξαπέστελλον τοὺς περὶ τῶν αὐτῶν ἀξιώσοντας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.58.9 Polyb. 4.59.4 (English) >>Polyb. 4.60.5

Powered by PhiloLogic