Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.5 Polyb. 4.6 (English) >>Polyb. 4.7

4.6.1

Καὶ κατὰ μὲν θάλατταν παραχρῆμα πειρατὰς ἐξέπεμψαν, οἳ περιτυχόντες πλοίῳ βασιλικῷ τῶν ἐκ Μακεδονίας περὶ Κύθηρα, τοῦτό τʼ εἰς Αἰτωλίαν καταγαγόντες αὔτανδρον, τούς τε ναυκλήρους καὶ τοὺς ἐπιβάτας, σὺν δὲ τούτοις τὴν ναῦν ἀπέδοντο. τῆς δʼ Ἠπείρου τὴν παραλίαν ἐπόρθουν, 4.6.2 συγχρώμενοι πρὸς τὴν ἀδικίαν ταῖς τῶν Κεφαλλήνων ναυσίν· ἐπεβάλοντο δὲ καὶ τῆς Ἀκαρνανίας Θύριον καταλαβέσθαι. 4.6.3 ἅμα δὲ τούτοις λάθρᾳ διὰ Πελοποννήσου τινὰς πέμψαντες ἐν μέσῃ τῇ τῶν Μεγαλοπολιτῶν χώρᾳ κατέσχον τὸ καλούμενον ὀχύρωμα Κλάριον· λαφυροπωλείῳ χρησάμενοι διῆγον ἐν τούτῳ πρὸς τὰς ἁρπαγάς. 4.6.4 οὐ μὴν ἀλλὰ τοῦτο μὲν Τιμόξενος τῶν Ἀχαιῶν στρατηγός, παραλαβὼν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ βασιλικῶν πραγμάτων ὑπʼ Ἀντιγόνου καταλελειμμένον, ἐξεπολιόρκησε τελέως ἐν ὀλίγαις ἡμέραις. 4.6.5 γὰρ βασιλεὺς Ἀντίγονος Κόρινθον μὲν εἶχε κατὰ τὸ τῶν Ἀχαιῶν συγχώρημα διὰ τοὺς Κλεομενικοὺς καιρούς, Ὀρχομενὸν δὲ κατὰ κράτος ἑλὼν οὐκ ἀποκατέστησε τοῖς Ἀχαιοῖς, ἀλλὰ σφετερισάμενος κατεῖχε, βουλόμενος, 4.6.6 ὥς γʼ ἐμοὶ δοκεῖ, μὴ μόνον τῆς εἰσόδου κυριεύειν τῆς εἰς Πελοπόννησον, ἀλλὰ καὶ τὴν μεσόγαιαν αὐτῆς παραφυλάττειν διὰ τῆς ἐν Ὀρχομενῷ φρουρᾶς καὶ παρασκευῆς. 4.6.7 οἱ δὲ περὶ τὸν Δωρίμαχον καὶ Σκόπαν παρατηρήσαντες τὸν καιρόν, ἐν λοιπὸς ἦν Τιμοξένῳ μὲν ὀλίγος ἔτι χρόνος τῆς ἀρχῆς, Ἄρατος δὲ καθίστατο μὲν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπιόντα στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν, οὔπω δʼ ἔμελλε τὴν ἀρχὴν ἕξειν, 4.6.8 συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐπὶ τὸ Ῥίον, καὶ παρασκευασάμενοι πορθμεῖα καὶ τὰς Κεφαλλήνων ἑτοιμάσαντες ναῦς, διεβίβασαν τοὺς ἄνδρας εἰς Πελοπόννησον καὶ προῆγον ἐπὶ τὴν Μεσσηνίαν. 4.6.9 ποιούμενοι δὲ τὴν πορείαν διὰ τῆς Πατρέων καὶ Φαραιέων καὶ Τριταιέων χώρας ὑπεκρίνοντο μὲν βούλεσθαι μηδὲν ἀδίκημα ποιεῖν εἰς τοὺς Ἀχαιούς, 4.6.10 οὐ δυναμένου δὲ τοῦ πλήθους ἀπέχεσθαι τῆς χώρας διὰ τὴν πρὸς τὰς ὠφελείας ἀκρασίαν, κακοποιοῦντες αὐτὴν καὶ λυμαινόμενοι διῄεσαν, μέχρι παρεγενήθησαν εἰς τὴν Φιγάλειαν. 4.6.11 ποιησάμενοι δὲ τὴν ὁρμὴν ἐντεῦθεν αἰφνιδίως καὶ θρασέως, ἐνέβαλον εἰς τὴν τῶν Μεσσηνίων χώραν, οὔτε τῆς ὑπαρχούσης αὐτοῖς ἐκ παλαιῶν χρόνων πρὸς τοὺς Μεσσηνίους φιλίας καὶ συμμαχίας οὐδʼ ἡντινοῦν ποιησάμενοι πρόνοιαν οὔτε τῶν κατὰ κοινὸν ὡρισμένων δικαίων παρʼ ἀνθρώποις. 4.6.12 ἅπαντα δʼ ἐν ἐλάττονι θέμενοι τῆς σφετέρας πλεονεξίας ἀδεῶς ἐπόρθουν, οὐ τολμώντων ἐπεξιέναι καθόλου τῶν Μεσσηνίων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.5 Polyb. 4.6 (English) >>Polyb. 4.7

Powered by PhiloLogic