Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.5.8 Polyb. 4.6.5 (English) >>Polyb. 4.6.11

4.6.2 συγχρώμενοι πρὸς τὴν ἀδικίαν ταῖς τῶν Κεφαλλήνων ναυσίν· ἐπεβάλοντο δὲ καὶ τῆς Ἀκαρνανίας Θύριον καταλαβέσθαι. 4.6.3 ἅμα δὲ τούτοις λάθρᾳ διὰ Πελοποννήσου τινὰς πέμψαντες ἐν μέσῃ τῇ τῶν Μεγαλοπολιτῶν χώρᾳ κατέσχον τὸ καλούμενον ὀχύρωμα Κλάριον· λαφυροπωλείῳ χρησάμενοι διῆγον ἐν τούτῳ πρὸς τὰς ἁρπαγάς. 4.6.4 οὐ μὴν ἀλλὰ τοῦτο μὲν Τιμόξενος τῶν Ἀχαιῶν στρατηγός, παραλαβὼν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ βασιλικῶν πραγμάτων ὑπʼ Ἀντιγόνου καταλελειμμένον, ἐξεπολιόρκησε τελέως ἐν ὀλίγαις ἡμέραις. 4.6.5 γὰρ βασιλεὺς Ἀντίγονος Κόρινθον μὲν εἶχε κατὰ τὸ τῶν Ἀχαιῶν συγχώρημα διὰ τοὺς Κλεομενικοὺς καιρούς, Ὀρχομενὸν δὲ κατὰ κράτος ἑλὼν οὐκ ἀποκατέστησε τοῖς Ἀχαιοῖς, ἀλλὰ σφετερισάμενος κατεῖχε, βουλόμενος, 4.6.6 ὥς γʼ ἐμοὶ δοκεῖ, μὴ μόνον τῆς εἰσόδου κυριεύειν τῆς εἰς Πελοπόννησον, ἀλλὰ καὶ τὴν μεσόγαιαν αὐτῆς παραφυλάττειν διὰ τῆς ἐν Ὀρχομενῷ φρουρᾶς καὶ παρασκευῆς. 4.6.7 οἱ δὲ περὶ τὸν Δωρίμαχον καὶ Σκόπαν παρατηρήσαντες τὸν καιρόν, ἐν λοιπὸς ἦν Τιμοξένῳ μὲν ὀλίγος ἔτι χρόνος τῆς ἀρχῆς, Ἄρατος δὲ καθίστατο μὲν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπιόντα στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν, οὔπω δʼ ἔμελλε τὴν ἀρχὴν ἕξειν, 4.6.8 συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐπὶ τὸ Ῥίον, καὶ παρασκευασάμενοι πορθμεῖα καὶ τὰς Κεφαλλήνων ἑτοιμάσαντες ναῦς, διεβίβασαν τοὺς ἄνδρας εἰς Πελοπόννησον καὶ προῆγον ἐπὶ τὴν Μεσσηνίαν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.5.8 Polyb. 4.6.5 (English) >>Polyb. 4.6.11

Powered by PhiloLogic